§1.49.1ἑξῆς δʼ ὑπάρχειν περίπατον οἴκων παντοδαπῶν πλήρη, καθʼ οὓς παντοῖα γένη βρωτῶν κατεσκευάσθαι τῶν πρὸς ἀπόλαυσιν ἡδίστων.
接下来是一条充满各式房间的散步道,在这些房间里准备着最宜于享受的各种食物。
§1.49.2καθʼ ὃν δὴ γλυφαῖς ἐντυχεῖν εἶναι καὶ χρώμασιν ἐπηνθισμένον τὸν βασιλέα, φέροντα τῷ θεῷ χρυσὸν καὶ ἄργυρον, ὃν ἐξ ἁπάσης ἐλάμβανε τῆς Αἰγύπτου κατʼ ἐνιαυτὸν ἐκ τῶν ἀργυρείων καὶ χρυσείων μετάλλων· ὑπογεγράφθαι δὲ καὶ τὸ πλῆθος, ὃ συγκεφαλαιούμενον εἰς ἀργυρίου λόγον εἶναι μνῶν τρισχιλίας καὶ διακοσίας μυριάδας.
就在这条(散步道)旁,可以看到用浮雕和色彩装饰着的国王,他正在向神明奉献金银,这些金银是他每年从全埃及的金矿和银矿中获取的;下方还刻有其数量,折合成银子的价值计算,总计为三千二百万米纳。
§1.49.3ἑξῆς δʼ ὑπάρχειν τὴν ἱερὰν βιβλιοθήκην, ἐφʼ ἧς ἐπιγεγράφθαι Ψυχῆς ἰατρεῖον, συνεχεῖς δὲ ταύτῃ τῶν κατʼ Αἴγυπτον θεῶν ἁπάντων εἰκόνας, τοῦ βασιλέως ὁμοίως δωροφοροῦντος ἃ προσῆκον ἦν ἑκάστοις, καθάπερ ἐνδεικνυμένου πρός τε τὸν Ὄσιριν καὶ τοὺς κάτω παρέδρους ὅτι τὸν βίον ἐξετέλεσεν εὐσεβῶν καὶ δικαιοπραγῶν πρός τε ἀνθρώπους καὶ θεούς.
接下来是神圣的图书馆,上面题写着“灵魂的诊疗所”,紧邻它的是埃及所有神明的画像,国王同样向每位神明奉献适宜的祭品,仿佛在向奥西里斯和冥界的陪席神们表明,他在对待人类和神明时都虔诚而公正地度过了自己的一生。
§1.49.4ὁμότοιχον δὲ τῇ βιβλιοθήκῃ κατεσκευάσθαι περιττῶς οἶκον εἰκοσίκλινον, ἔχοντα τοῦ τε Διὸς καὶ τῆς Ἥρας, ἔτι δὲ τοῦ βασιλέως εἰκόνας, ἐν ᾧ δοκεῖν καὶ τὸ σῶμα τοῦ βασιλέως ἐντεθάφθαι.
与图书馆共用一面墙的是一间建得极尽奢华的、设有二十张卧榻的房间,里面有宙斯和赫拉以及国王的雕像,据信国王的身躯也埋葬于其中。
§1.49.5κύκλῳ δὲ τούτου πλῆθος οἰκημάτων κατεσκευάσθαι γραφὴν ἐχόντων ἐκπρεπῆ πάντων τῶν καθιερωμένων ἐν Αἰγύπτῳ ζῴων· ἀνάβασίν τε διʼ αὐτῶν εἶναι πρὸς ὅλον τὸν τάφον·
在这间房间周围建有许多小室,画有埃及所有被奉为神圣的动物的精美画像;穿过这些小室,有一条通往整个陵墓顶部的通道。
ἣν διελθοῦσιν ὑπάρχειν ἐπὶ τοῦ μνήματος κύκλον χρυσοῦν τριακοσίων καὶ ἑξήκοντα καὶ πέντε πηχῶν τὴν περίμετρον, τὸ δὲ πάχος πηχυαῖον· ἐπιγεγράφθαι δὲ καὶ διῃρῆσθαι καθʼ ἕκαστον πῆχυν τὰς ἡμέρας τοῦ ἐνιαυτοῦ, παραγεγραμμένων τῶν κατὰ φύσιν γινομένων τοῖς ἄστροις ἀνατολῶν τε καὶ δύσεων καὶ τῶν διὰ ταύτας ἐπιτελουμένων ἐπισημασιῶν κατὰ τοὺς Αἰγυπτίους ἀστρολόγους.
穿过这条通道后,在陵墓上有一个周长三百六十五皮库斯、厚一皮库斯的金圆环;在每一皮库斯上都刻划并区分出了一年中的日子,旁边还根据埃及占星术士的记载,写有诸星自然发生的升起和落下,以及由这些现象所带来的气象预兆。
τοῦτον δὲ τὸν κύκλον ὑπὸ Καμβύσου καὶ Περσῶν ἔφασαν σεσυλῆσθαι καθʼ οὓς χρόνους ἐκράτησεν Αἰγύπτου.
据传,这个金圆环在冈比西斯和波斯人统治埃及的时期被掠夺了。
§1.49.6τὸν μὲν οὖν Ὀσυμανδύου τοῦ βασιλέως τάφον τοιοῦτον γενέσθαι φασίν, ὃς οὐ μόνον δοκεῖ τῇ κατὰ τὴν δαπάνην χορηγίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν,
的确,据传国王奥西曼迪亚斯的陵墓就是这样的,它不仅在费用支出方面似乎远远超过了其他陵墓,