§1.48.1καὶ κατὰ μὲν τὸν πρῶτον τῶν τοίχων τὸν βασιλέα κατεσκευάσθαι πολιορκοῦντα τεῖχος ὑπὸ ποταμοῦ περίρρυτον καὶ προκινδυνεύοντα πρός τινας ἀντιτεταγμένους μετὰ λέοντος, συναγωνιζομένου τοῦ θηρίου καταπληκτικῶς·
在第一面墙上,国王被描绘成正在围攻一座被河流环绕的城墙,并在一只狮子的伴随下,挺身对抗某些严阵以待的敌人,这只猛兽以令人畏惧的方式并肩作战。
ὑπὲρ οὗ τῶν ἐξηγουμένων οἱ μὲν ἔφασαν πρὸς ἀλήθειαν χειροήθη λέοντα τρεφόμενον ὑπὸ τοῦ βασιλέως συγκινδυνεύειν αὐτῷ κατὰ τὰς μάχας καὶ τροπὴν ποιεῖν τῶν ἐναντίων διὰ τὴν ἀλκήν, τινὲς δʼ ἱστόρουν ὅτι καθʼ ὑπερβολὴν ἀνδρεῖος ὢν καὶ φορτικῶς ἑαυτὸν ἐγκωμιάζειν βουλόμενος, διὰ τῆς τοῦ λέοντος εἰκόνος τὴν διάθεσιν ἑαυτοῦ τῆς ψυχῆς ἐσήμαινεν.
关于这一点,在进行解释的人当中,有人说,实际上是一只被国王驯养的温顺狮子在战斗中与他共担艰险,并凭其勇猛使敌人退却;但也有人记载说,因为国王极其勇敢,且希望以夸张的方式歌颂自己,所以通过狮子的形象来彰显自己心灵的气魄。
§1.48.2ἐν δὲ τῷ δευτέρῳ τοίχῳ τοὺς αἰχμαλώτους ὑπὸ τοῦ βασιλέως ἀγομένους εἰργάσθαι τά τε αἰδοῖα καὶ τὰς χεῖρας οὐκ ἔχοντας, διʼ ὧν δοκεῖν δηλοῦσθαι διότι ταῖς ψυχαῖς ἄνανδροι καὶ κατὰ τὰς ἐν τοῖς δεινοῖς ἐνεργείας ἄχειρες ἦσαν.
在第二面墙上,被国王押送的俘虏被雕刻成既没有生殖器也没有双手的样子,以此似乎表明他们在内心上是懦弱的,在面临危难的行动中是无能的。
§1.48.3τὸν δὲ τρίτον ἔχειν γλυφὰς παντοίας καὶ διαπρεπεῖς γραφάς, διʼ ὧν δηλοῦσθαι βουθυσίας τοῦ βασιλέως καὶ θρίαμβον ἀπὸ τοῦ πολέμου καταγόμενον.
第三面墙则有各种浮雕和杰出的绘画,通过这些展示了国王用牛祭神以及从战争中凯旋的场景。
§1.48.4κατὰ δὲ μέσον τὸν περίστυλον ὑπαίθριον βωμὸν ᾠκοδομῆσθαι τοῦ καλλίστου λίθου τῇ τε χειρουργίᾳ διάφορον καὶ τῷ μεγέθει θαυμαστόν.
在围柱中庭的中央,有一座用最精美的石材建造的露天祭坛,其工艺精湛,规模令人惊叹。
§1.48.5κατὰ δὲ τὸν τελευταῖον τοῖχον ὑπάρχειν ἀνδριάντας καθημένους δύο μονολίθους ἑπτὰ καὶ εἴκοσι πηχῶν, παρʼ οὓς εἰσόδους τρεῖς ἐκ τοῦ περιστύλου κατεσκευάσθαι, καθʼ ἃς οἶκον ὑπάρχειν ὑπόστυλον, ᾠδείου τρόπον κατεσκευασμένον, ἑκάστην πλευρὰν ἔχοντα δίπλεθρον.
在最后一面墙上,有两尊呈坐姿的、高二十七皮库斯的单体石雕像,在它们旁边建有三个从围柱中庭通往内部的入口,穿过这些入口,是一个以音乐厅样式建成的多柱式大厅,每边长二普莱特龙。
§1.48.6ἐν τούτῳ δʼ εἶναι πλῆθος ἀνδριάντων ξυλίνων, διασημαῖνον τοὺς ἀμφισβητήσεις ἔχοντας καὶ προσβλέποντας τοῖς τὰς δίκας κρίνουσι· τούτους δʼ ἐφʼ ἑνὸς τῶν τοίχων ἐγγεγλύφθαι τριάκοντα τὸν ἀριθμόν, καὶ κατὰ τὸ μέσον τὸν ἀρχιδικαστήν, ἔχοντα τὴν ἀλήθειαν ἐξηρτημένην ἐκ τοῦ τραχήλου καὶ τοῦς ὀφθαλμοὺς ἐπιμύοντα, καὶ βιβλίων αὐτῷ παρακείμενον πλῆθος·
在大厅里有许多木雕像,代表着那些有争议并正注视着法官们的人;而这些法官则被雕刻在其中一面墙上,数量为三十人,在中央的是首席法官,他脖子上悬挂着“真理”,双眼紧闭,身边放着大量的书籍。
ταύτας δὲ τὰς εἰκόνας ἐνδείκνυσθαι διὰ τοῦ σχήματος ὅτι τοὺς μὲν δικαστὰς οὐδὲν δεῖ λαμβάνειν, τὸν ἀρχιδικαστὴν δὲ πρὸς μόνην βλέπειν τὴν ἀλήθειαν.
这些画像通过其姿态表明:法官们绝不可收受任何财物,而首席法官必须唯独注视真理。