Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.47.1-1.47.6

奥西曼迪亚斯王纪念碑的构造与巨像

第 48 段,共 406 段 · 希腊语

内容简介

作者援引赫卡泰奥斯的记载,详细描述了奥西曼迪亚斯国王宏伟陵墓的结构,包括其巨型雕像、他母亲的雕像,以及刻有描绘其征讨巴克特里亚战争浮雕的围柱中庭。

§1.47.1ἀπὸ γὰρ τῶν πρώτων τάφων, ἐν οἷς παραδέδοται τὰς παλλακίδας τοῦ Διὸς τεθάφθαι, δέκα σταδίων φησὶν ὑπάρξαι βασιλέως μνῆμα τοῦ προσαγορευθέντος Ὀσυμανδύου.
因为他说,从最初的、传闻葬有宙斯侍妾的陵墓群出发,相距十斯塔德的地方,存在着被称作奥西曼迪亚斯的国王的陵墓。
τούτου δὲ κατὰ μὲν τὴν εἴσοδον ὑπάρχειν πυλῶνα λίθου ποικίλου, τὸ μὲν μῆκος δίπλεθρον, τὸ δʼ ὕψος τετταράκοντα καὶ πέντε πηχῶν· §1.47.2διελθόντι δʼ αὐτὸν εἶναι λίθινον περίστυλον τετράγωνον, ἑκάστης πλευρᾶς οὔσης τεττάρων πλέθρων· ὑπηρεῖσθαι δʼ ἀντὶ τῶν κιόνων ζῴδια πηχῶν ἑκκαίδεκα μονόλιθα, τὸν τύπον εἰς τὸν ἀρχαῖον τρόπον εἰργασμένα· τὴν ὀροφήν τε πᾶσαν ἐπὶ πλάτος δυοῖν ὀργυιῶν ὑπάρχειν μονόλιθον, ἀστέρας ἐν κυανῷ καταπεποικιλμένην·
而在这座陵墓的入口处,有一座由五彩石建成的塔门,其长度为二普莱特龙,高度为四十五皮库斯;穿过这座塔门,便是一个方形的石造围柱中庭,每边长四普莱特龙;支撑它的是用作柱子的十六皮库斯高的单体石雕,其样式按照古老的方式雕刻;整个天花板宽度为二奥尔吉亚,全由一块单体巨石构成,在蓝色背景上缀满星辰。
ἑξῆς δὲ τοῦ περιστύλου τούτου πάλιν ἑτέραν εἴσοδον καὶ πυλῶνα τὰ μὲν ἄλλα παραπλήσιον τῷ προειρημένῳ, γλυφαῖς δὲ παντοίαις περιττότερον εἰργασμένον· §1.47.3παρὰ δὲ τὴν εἴσοδον ἀνδριάντας εἶναι τρεῖς ἐξ ἑνὸς τοὺς πάντας λίθου μέλανος τοῦ Συηνίτου, καὶ τούτων ἕνα μὲν καθήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατʼ Αἴγυπτον, οὗ τὸν πόδα μετρούμενον ὑπερβάλλειν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοῖς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, θυγατρὸς καὶ μητρός, τῷ μεγέθει λειπομένους τοῦ προειρημένου.
紧接在这一围柱中庭之后的,又是另一个入口和塔门,它在其他方面与前述的相似,但雕刻有各种更为精细的浮雕;在该入口旁有三尊雕像,全部由一整块黑色的塞涅石雕刻而成,其中一尊呈坐姿,是全埃及最大的一尊,其足部测量结果超过了七皮库斯,另外两尊立于他的膝旁,一尊在右,一尊在左,分别是其女儿和母亲的雕像,它们在尺寸上不及前述的那尊。
§1.47.4τὸ δʼ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεθος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῇ τέχνῃ θαυμαστὸν καὶ τῇ τοῦ λίθου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτῳ μεγέθει μήτε διαφυάδος μήτε κηλῖδος μηδεμιᾶς θεωρουμένης.
这件作品不仅因其规模而值得称赞,而且其工艺令人惊叹,石材的品质也十分出众,以至于在如此巨大的体积中看不到任何裂纹或瑕疵。
ἐπιγεγράφθαι δʼ ἐπʼ αὐτοῦ “βασιλεὺς βασιλέων Ὀσυμανδύας εἰμί.
其上刻有:“我是王中之王奥西曼迪亚斯。
εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων.
若有人想知道我有多伟大以及我躺在何处,就让他超越我的某项功绩吧。
§1.47.5εἶναι δὲ καὶ ἄλλην εἰκόνα τῆς μητρὸς αὐτοῦ καθʼ αὑτὴν πηχῶν εἴκοσι μονόλιθον, ἔχουσαν δὲ τρεῖς βασιλείας ἐπὶ τῆς κεφαλῆς, ἃς διασημαίνειν ὅτι καὶ θυγάτηρ καὶ γυνὴ καὶ μήτηρ βασιλέως ὑπῆρξε.
” 此外还有一尊他母亲的独立雕像,高二十皮库斯,由单体石块制成,头上戴有三顶王冠,用以表明她既是国王的女儿,又是国王的妻子,也是国王的母亲。
§1.47.6μετὰ δὲ τὸν πυλῶνα περίστυλον εἶναι τοῦ προτέρου ἀξιολογώτερον, ἐν ᾧ γλυφὰς ὑπάρχειν παντοίας δηλούσας τὸν πόλεμον τὸν γενόμενον αὐτῷ πρὸς τοὺς ἐν τοῖς Βάκτροις ἀποστάντας· ἐφʼ οὓς ἐστρατεῦσθαι πεζῶν μὲν τετταράκοντα μυριάσιν, ἱππεῦσι δὲ δισμυρίοις, εἰς τέτταρα μέρη διῃρημένης τῆς πάσης στρατιᾶς, ὧν ἁπάντων υἱοὺς τοῦ βασιλέως ἐσχηκέναι τὴν ἡγεμονίαν.
在塔门之后,有一个比前一个更值得瞩目的围柱中庭,其中有各种雕刻,表明了他对巴克特里亚起义者所进行的战争;据传他曾率领四十万步兵和二万骑兵对他们进行征讨,整个军队被分为四个部分,所有这些部分均由国王的儿子们担任统帅。

词汇与语法注释

  1. 1.47.2διελθόντι — 与格单数分词。作为地理描述中常见的关系与格(dative of reference,意为“对于穿过塔门的人来说”),表示条件性的含义(“穿过之后”)。
  2. 1.47.4ὡς ἂν ... θεωρουμένης — 粒子 ὡς ἄν 与属格绝对(分词为 θεωρουμένης,主语为阴性单数 μηδεμιᾶς)连用。表示假设或推测性的方式(“以至于在如此巨大的体积中,似乎不可能看到任何裂纹”),用以强调如此巨大的石雕完美无瑕的状态。
  3. 1.47.4νικάτω — 动词 νικάω(战胜、超越)的现在活动命令法第三人称单数。表达一种挑衅性的宣言:“就让他来超越(我的某项功绩)吧。”

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.47.1-1.47.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.47.1-1.47.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。