§1.46.1οὐ μόνον δὲ τοῦτον τὸν βασιλέα παρειλήφαμεν, ἀλλὰ καὶ τῶν ὕστερον ἀρξάντων πολλοὺς εἰς τὴν αὔξησιν τῆς πόλεως πεφιλοτιμῆσθαι.
我们不仅听闻这位国王,而且还听闻后来的许多统治者也为城市的扩展而竞相出力。
ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δʼ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων ὀβελίσκων μηδεμίαν τῶν ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι.
因为,凭借许多巨大的金银奉献物,以及象牙制品、大量的巨型雕像,此外还有单体石碑的建造,在太阳之下没有任何城市曾受到如此的装饰。
§1.46.2τεττάρων γὰρ ἱερῶν κατασκευασθέντων τό τε κάλλος καὶ τὸ μέγεθος θαυμαστὸν εἶναι τὸ παλαιότατον, τρισκαίδεκα μὲν σταδίων τὴν περίμετρον, πέντε δὲ καὶ τετταράκοντα πηχῶν τὸ ὕψος, εἴκοσι δὲ καὶ τεττάρων ποδῶν τὸ πλάτος τῶν τοίχων.
因为在建造的四座神殿中,最古老的一座其美丽与规模令人赞叹,其周长为十三斯塔德,高度为四十五皮库斯,墙壁的厚度为二十四普斯。
§1.46.3ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον.
与这种雄伟相称的是,其中奉献物的装饰在造价上令人惊叹,在工艺上精美绝伦。
§1.46.4τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δʼ ἄργυρον καὶ χρυσὸν καὶ τὴν διʼ ἐλέφαντος καὶ λιθείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσθαι καθʼ οὓς καιροὺς ἐνέπρησε τὰ κατʼ Αἴγυπτον ἱερὰ Καμβύσης·
因此,虽然这些建筑本身一直保存到较近的时期,但其中的金银以及象牙和宝石的奢华之物,在冈比西斯纵火焚烧埃及各地神殿的时期被波斯人掠夺殆尽。
ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύπτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Μηδίᾳ.
正是在那个时候,据说波斯人将这些财富运往亚洲,并从埃及带走工匠,建造了在波斯波利斯、苏萨以及米底亚的那些闻名遐迩的宫殿。
§1.46.5τοσοῦτο δὲ πλῆθος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατʼ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυθέντων τὰ συναχθέντα κατὰ μικρὸν εὑρεθῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δʼ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων.
他们声称当时埃及的财宝数量如此巨大,以至于在掠夺后残余的废墟被焚烧时,零星收集起来的金子就有三百多塔兰同,银子不少于二千三百塔兰同。
§1.46.6εἶναι δέ φασι καὶ τάφους ἐνταῦθα τῶν ἀρχαίων βασιλέων θαυμαστοὺς καὶ τῶν μεταγενεστέρων τοῖς εἰς τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας.
据说那里还有古代国王的奇妙陵墓,即便是对于后世那些有类似雄心的统治者来说,也未留下任何超越的余地。
§1.46.7οἱ μὲν οὖν ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἔφασαν εὑρίσκειν ἑπτὰ πρὸς τοῖς τετταράκοντα τάφους βασιλικούς· εἰς δὲ Πτολεμαῖον τὸν Λάγου διαμεῖναί φασιν ἑπτακαίδεκα μόνον, ὧν τὰ πολλὰ κατέφθαρτο καθʼ οὓς χρόνους παρεβάλομεν ἡμεῖς εἰς ἐκείνους τοὺς τόπους, ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος.
于是,神官们声称从记录中发现了四十七座王陵;但他们说,直到拉古斯之子托勒密时代,仅存十七座,其中大部分在我们于第一百八十届奥林匹亚期访问那些地方时已经损毁。
§1.46.8οὐ μόνον δʼ οἱ κατʼ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφʼ ἡμῶν εἰρημένοις.
不仅埃及的神官们根据记录叙述这些,而且许多在拉古斯之子托勒密时代访问底比斯并撰写埃及历史的希腊人(其中也包括赫卡泰奥斯)也与我们所说的相一致。