§1.47.1ἀπὸ γὰρ τῶν πρώτων τάφων, ἐν οἷς παραδέδοται τὰς παλλακίδας τοῦ Διὸς τεθάφθαι, δέκα σταδίων φησὶν ὑπάρξαι βασιλέως μνῆμα τοῦ προσαγορευθέντος Ὀσυμανδύου.
ゼウスの側室たちが葬られたと伝えられている最初の墓群から十スタディオンのところに、オシマンディアスと呼ばれた王の記念碑が存在すると、彼(ヘカタアイオス)は言っている。
τούτου δὲ κατὰ μὲν τὴν εἴσοδον ὑπάρχειν πυλῶνα λίθου ποικίλου, τὸ μὲν μῆκος δίπλεθρον, τὸ δʼ ὕψος τετταράκοντα καὶ πέντε πηχῶν·
この記念碑の入口のところには、斑紋のある石でできた塔門があり、その幅は二プレトロン、高さは四十五ペーキュスに及ぶ。
§1.47.2διελθόντι δʼ αὐτὸν εἶναι λίθινον περίστυλον τετράγωνον, ἑκάστης πλευρᾶς οὔσης τεττάρων πλέθρων·
そしてそれを通り抜けると、各辺が四プレトロンの、石造りの正方形の列柱中庭がある。
ὑπηρεῖσθαι δʼ ἀντὶ τῶν κιόνων ζῴδια πηχῶν ἑκκαίδεκα μονόλιθα, τὸν τύπον εἰς τὸν ἀρχαῖον τρόπον εἰργασμένα·
そこでは、柱の代わりに十六ペーキュスの一本石の彫像が支えており、これらは古代の様式に則って作られている。
τὴν ὀροφήν τε πᾶσαν ἐπὶ πλάτος δυοῖν ὀργυιῶν ὑπάρχειν μονόλιθον, ἀστέρας ἐν κυανῷ καταπεποικιλμένην·
天井は幅二オルギュイアの全体が一本石でできており、青地に星々が散りばめられている。
ἑξῆς δὲ τοῦ περιστύλου τούτου πάλιν ἑτέραν εἴσοδον καὶ πυλῶνα τὰ μὲν ἄλλα παραπλήσιον τῷ προειρημένῳ, γλυφαῖς δὲ παντοίαις περιττότερον εἰργασμένον·
この列柱中庭に続いて、ふたたび別の入口と塔門があり、これらは他の点では前述のものと似ているが、あらゆる種類の浮彫によっていっそう精巧に作られている。
§1.47.3παρὰ δὲ τὴν εἴσοδον ἀνδριάντας εἶναι τρεῖς ἐξ ἑνὸς τοὺς πάντας λίθου μέλανος τοῦ Συηνίτου, καὶ τούτων ἕνα μὲν καθήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατʼ Αἴγυπτον, οὗ τὸν πόδα μετρούμενον ὑπερβάλλειν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοῖς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, θυγατρὸς καὶ μητρός, τῷ μεγέθει λειπομένους τοῦ προειρημένου.
その入口の傍らには、全体が一個のシエネ産の黒い石からなる三つの彫像があり、これらのうち一つは座像であって、エジプト中のすべての中で最大であり、その足は測定すると七ペーキュスを超えている。 他の二つは彼の膝のところにあり、一方は右側に、他方は左側に立っていて、娘と母のものであって、大きさにおいては前述のものに劣っている。
§1.47.4τὸ δʼ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεθος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῇ τέχνῃ θαυμαστὸν καὶ τῇ τοῦ λίθου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτῳ μεγέθει μήτε διαφυάδος μήτε κηλῖδος μηδεμιᾶς θεωρουμένης.
この作品は、その大きさの点において称賛に値するだけでなく、技術においても驚くべきものであり、石の性質においても優れていて、これほど巨大な規模でありながら、割れ目も斑点も全く見られないほどである。
ἐπιγεγράφθαι δʼ ἐπʼ αὐτοῦ “βασιλεὺς βασιλέων Ὀσυμανδύας εἰμί.
その上には、『私は王の王オシマンディアスである。
εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων. ”
もし誰かが、私がどれほど偉大でどこに横たわっているかを知りたいと望むなら、私の業績のどれかを打ち負かしてみよ』と刻まれている。
§1.47.5εἶναι δὲ καὶ ἄλλην εἰκόνα τῆς μητρὸς αὐτοῦ καθʼ αὑτὴν πηχῶν εἴκοσι μονόλιθον, ἔχουσαν δὲ τρεῖς βασιλείας ἐπὶ τῆς κεφαλῆς, ἃς διασημαίνειν ὅτι καὶ θυγάτηρ καὶ γυνὴ καὶ μήτηρ βασιλέως ὑπῆρξε.
また、彼の母親の独立した別の肖像もあり、それは二十ペーキュスの一本石でできており、頭の上に三つの王冠を載せていて、それらは彼女が王の娘であり、妻であり、母親であったことを示している。
§1.47.6μετὰ δὲ τὸν πυλῶνα περίστυλον εἶναι τοῦ προτέρου ἀξιολογώτερον, ἐν ᾧ γλυφὰς ὑπάρχειν παντοίας δηλούσας τὸν πόλεμον τὸν γενόμενον αὐτῷ πρὸς τοὺς ἐν τοῖς Βάκτροις ἀποστάντας·
塔門の後には、前のものよりも注目に値する列柱中庭があり、その中には、バクトリアの反乱者たちに対して彼が行った戦争を示すあらゆる種類の浮彫がある。
ἐφʼ οὓς ἐστρατεῦσθαι πεζῶν μὲν τετταράκοντα μυριάσιν, ἱππεῦσι δὲ δισμυρίοις, εἰς τέτταρα μέρη διῃρημένης τῆς πάσης στρατιᾶς, ὧν ἁπάντων υἱοὺς τοῦ βασιλέως ἐσχηκέναι τὴν ἡγεμονίαν.
彼らに対して、彼は歩兵四十万、騎兵二万を率いて遠征し、軍全体は四つの部分に分けられ、それらすべてにおいて王の息子たちが指揮を執ったという。