Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.46.1-1.46.8

テーベの壮麗な神殿と王墓の記録

47 / 406 箇所 · ギリシア語

要旨

テーベの神殿や奉納物の壮麗さと、のちにペルシアのカンビュセスによってそれらが略奪された歴史について述べ、さらに古代エジプトの王墓の存在と、その規模に関する歴史家たちの証言を紹介する。

§1.46.1οὐ μόνον δὲ τοῦτον τὸν βασιλέα παρειλήφαμεν, ἀλλὰ καὶ τῶν ὕστερον ἀρξάντων πολλοὺς εἰς τὴν αὔξησιν τῆς πόλεως πεφιλοτιμῆσθαι.
私たちは、この王だけでなく、のちに支配した多くの者たちも都市の拡大を求めて競い合ったと伝え聞いている。
ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δʼ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων ὀβελίσκων μηδεμίαν τῶν ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι.
なぜなら、銀や金、さらには象牙による、数多くの巨大な奉納物や、数多くの巨像、さらには一本石のオベリスクの建造によって、太陽の下にあるいかなる都市もこのように装飾されたことはなかったからである。
§1.46.2τεττάρων γὰρ ἱερῶν κατασκευασθέντων τό τε κάλλος καὶ τὸ μέγεθος θαυμαστὸν εἶναι τὸ παλαιότατον, τρισκαίδεκα μὲν σταδίων τὴν περίμετρον, πέντε δὲ καὶ τετταράκοντα πηχῶν τὸ ὕψος, εἴκοσι δὲ καὶ τεττάρων ποδῶν τὸ πλάτος τῶν τοίχων.
というのも、四つの神殿が建設されたが、その最も古いものの美しさと大きさは驚くべきものであり、その外周は13スタディオン、高さは45ペーキュス、壁の厚さは24プースであったからである。
§1.46.3ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον.
そして、この壮麗さにふさわしく、その中にある奉納物の装飾も、費用において驚くべきものであり、その製作技術において際立って精巧に作られていた。
§1.46.4τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δʼ ἄργυρον καὶ χρυσὸν καὶ τὴν διʼ ἐλέφαντος καὶ λιθείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσθαι καθʼ οὓς καιροὺς ἐνέπρησε τὰ κατʼ Αἴγυπτον ἱερὰ Καμβύσης·
さて、建造物自体は最近の時代まで残存していたが、銀や金、および象牙や宝石による豪華さは、カンビュセスがエジプト全土の神殿に放火した時代に、ペルシア人によって略奪された。
ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύπτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Μηδίᾳ.
まさにその時に、ペルシア人はこの富をアジアへ持ち帰り、エジプトから職人たちを連れて行って、ペルセポリス、スサ、およびメディアにある、あの名高い宮殿群を建設したのだと人々は言っている。
§1.46.5τοσοῦτο δὲ πλῆθος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατʼ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυθέντων τὰ συναχθέντα κατὰ μικρὸν εὑρεθῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δʼ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων.
当時エジプトにはそれほど大量の財宝があったと彼らは主張しており、略奪の後に残った残骸が焼き払われた際、少しずつ集められたものが、金にして300タラントン以上、銀にして2300タラントンを下回らないことが判明したほどである。
§1.46.6εἶναι δέ φασι καὶ τάφους ἐνταῦθα τῶν ἀρχαίων βασιλέων θαυμαστοὺς καὶ τῶν μεταγενεστέρων τοῖς εἰς τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας.
また、そこには古代の王たちの驚くべき墓があり、同様のものを求めて競い合った後世の者たちにとっても、これを超える余地を残さないほどであると人々は言っている。
§1.46.7οἱ μὲν οὖν ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἔφασαν εὑρίσκειν ἑπτὰ πρὸς τοῖς τετταράκοντα τάφους βασιλικούς·
さて、神官たちは記録から47の王墓を見出したと主張していた。
εἰς δὲ Πτολεμαῖον τὸν Λάγου διαμεῖναί φασιν ἑπτακαίδεκα μόνον, ὧν τὰ πολλὰ κατέφθαρτο καθʼ οὓς χρόνους παρεβάλομεν ἡμεῖς εἰς ἐκείνους τοὺς τόπους, ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος.
しかし、ラーゴスの子プトレマイオスの時代まで残っていたのはわずか17にすぎず、私たちが第180オリンピア期にそれらの地方を訪れた時には、その大部分がすでに破壊されていたと人々は言っている。
§1.46.8οὐ μόνον δʼ οἱ κατʼ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφʼ ἡμῶν εἰρημένοις.
そして、エジプトの神官たちが記録に基づいて物語るだけでなく、ラーゴスの子プトレマイオスの時代にテーベを訪れ、エジプトの歴史を執筆した多くのギリシア人たち、その中にはヘカタアイオスも含まれるが、彼らも私たちが述べたことと一致している。

語釈・文法注

  1. 1.46.1παρειλήφαμεν ... πεφιλοτιμῆσθαι — παρειλήφαμεν(伝承している、伝え聞いている)は、前半ではτοῦτον τὸν βασιλέα(この王を)を直接目的語として取るが、後半では対格πολλούςと不定詞πεφιλοτιμῆσθαιによる対格不定詞構文を支配している。
  2. 1.46.1μηδεμίαν — 女性単数対格のμηδεμίανの後には、文脈上「都市」を意味するπόλινが省略されている。不定詞κεκοσμῆσθαιとともに、引き続き間接話法(伝承の内容)を表す対格不定詞構文を形成している。
  3. 1.46.2τεττάρων γὰρ ἱερῶν κατασκευασθέντων — 属格独立(genitive absolute)の構文。ここでは譲歩(「四つの神殿が建設されたが」)または限定・部分(「建設された四つの神殿のうち」)の意味合いを帯びている。
  4. 1.46.6τοῖς εἰς τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας — 分詞ἀπολείπονταςはτάφους(墓)を修飾している。ὑπερβολὴν(超過、凌駕)を目的語とし、「(後世の競う者たちに)これを超える余地を残さない」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.46.1-1.46.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.46.1-1.46.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。