§1.45.1μετὰ τοὺς θεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ καταδεῖξαι τοῖς λαοῖς θεούς τε σέβεσθαι καὶ θυσίας ἐπιτελεῖν, πρὸς δὲ τούτοις παρατίθεσθαι τραπέζας καὶ κλίνας καὶ στρωμνῇ πολυτελεῖ χρῆσθαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασθαι.
在诸神之后,据说米纳斯是第一个统治埃及的人,他向民众展示了敬畏神明、奉献祭祀的方法,此外还引进了摆设餐桌、铺设床榻、使用奢华寝具的做法,总而言之,他引进了奢侈和豪华的生活方式。
§1.45.2διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθʼ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι·
因此,据说在许多代之后,正在统治的贤者博克霍里斯之父特内法克图斯,在对阿拉伯进行远征时,由于荒野和道路险阻,物资匮乏,在缺粮一天的情况下,被迫在一些普通平民家中享用极其简陋的膳食,但他对此感到极度满足,转而谴责奢侈,并诅咒了最初引进这种豪华生活的国王。
οὕτω δʼ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις·
由于他在饮食和起居上的这种转变是如此深入内心,以至于他将这一诅咒以神圣文字刻在底比斯的宙斯神庙中。
ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσθαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους.
这似乎正是米纳斯的名声和荣誉未能在后世流传的主要原因。
§1.45.3ἑξῆς δʼ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα· ἐφʼ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσθαι.
接下来,据说上述国王的后裔共五十二人,统治了一千零四十年以上;在他们的时代,没有发生任何值得记录的事情。
§1.45.4μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας.
在此之后,布西里斯被立为王,其后又有他的八代后裔统治,据说最后一位与其始祖同名的国王,创建了被埃及人称为大迪奥斯波利斯、被希腊人称为底比斯的城市。
τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς· §1.45.5ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας, ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι, καὶ καθόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι.
于是,他将城墙的周长设为一百四十斯塔德,并用宏伟的建筑、壮丽的神庙以及其他奉献物将其装饰得令人赞叹;同样,他也建造了普通市民的房屋,有的四层,有的五层,总的来说,使这座城市不仅成为埃及最繁荣的城市,而且成为所有其他城市中最繁荣的。
§1.45.6διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει
"οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.
由于其财富和力量的极度充裕,名声传播到了每一个地方,据说连诗人也提到了它,他在诗中写道: “即使是埃及底比斯拥有的那般多财富,那里有极多的财宝堆积在屋中,那座城有百座城门,每座城门都有二百名男子驾着骏马和战车奔驰而出。
" §1.45.7ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφʼ ὧν ἑκατόμπυλον ὠνομάσθαι, καθαπερεὶ πολύπυλον.
” 但也有人说,这座城市并没有一百座城门,而是神庙有许多宏伟的大门(前门),因此得名“百门之城”,其意等同于“多门之城”。
δισμύρια δʼ ἅρματα πρὸς ἀλήθειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσθαι· τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ θεμέλια δείκνυσθαι.
不过,实际上确实有两万辆战车从城中出发参与战争;因为从孟斐斯一直到位于利比亚一侧的底比斯,沿河建有一百个马厩,每个马厩可容纳二百匹马,其遗迹至今仍清晰可见。