§1.46.1οὐ μόνον δὲ τοῦτον τὸν βασιλέα παρειλήφαμεν, ἀλλὰ καὶ τῶν ὕστερον ἀρξάντων πολλοὺς εἰς τὴν αὔξησιν τῆς πόλεως πεφιλοτιμῆσθαι.
We have received by tradition that not only this king, but also many of those who ruled later strived emulously for the growth of the city.
ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δʼ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων ὀβελίσκων μηδεμίαν τῶν ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι.
For with many and great offerings of silver and gold, and also of ivory, and with a multitude of colossal statues, and in addition to these, with the constructions of monolithic obelisks, no city under the sun was so adorned.
§1.46.2τεττάρων γὰρ ἱερῶν κατασκευασθέντων τό τε κάλλος καὶ τὸ μέγεθος θαυμαστὸν εἶναι τὸ παλαιότατον, τρισκαίδεκα μὲν σταδίων τὴν περίμετρον, πέντε δὲ καὶ τετταράκοντα πηχῶν τὸ ὕψος, εἴκοσι δὲ καὶ τεττάρων ποδῶν τὸ πλάτος τῶν τοίχων.
For although four temples were constructed, the beauty and size of the oldest was wonderful, being thirteen stades in circumference, forty-five cubits in height, and twenty-four feet in the thickness of the walls.
§1.46.3ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον.
And in keeping with this magnificence was also the decoration of the dedicatory offerings in it, wonderful in its costliness and exquisitely wrought in its workmanship.
§1.46.4τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δʼ ἄργυρον καὶ χρυσὸν καὶ τὴν διʼ ἐλέφαντος καὶ λιθείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσθαι καθʼ οὓς καιροὺς ἐνέπρησε τὰ κατʼ Αἴγυπτον ἱερὰ Καμβύσης· ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύπτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Μηδίᾳ.
Now the buildings, on the one hand, have remained down to more recent times, but the silver and gold and the luxury of ivory and precious stones were plundered by the Persians at the times when Cambyses burned the temples throughout Egypt; at which very time they say that the Persians, having carried over this wealth to Asia and having taken craftsmen from Egypt, built the famous palaces in Persepolis, in Susa, and in Media.
§1.46.5τοσοῦτο δὲ πλῆθος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατʼ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυθέντων τὰ συναχθέντα κατὰ μικρὸν εὑρεθῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δʼ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων.
And they declare that there was such a great multitude of riches in Egypt at that time that when the remnants from the plundering were burnt, what was gathered up bit by bit was found to be of gold more than three hundred talents, and of silver no less than two thousand three hundred talents.
§1.46.6εἶναι δέ φασι καὶ τάφους ἐνταῦθα τῶν ἀρχαίων βασιλέων θαυμαστοὺς καὶ τῶν μεταγενεστέρων τοῖς εἰς τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας.
And they say that there are also there wonderful tombs of the ancient kings, leaving no room for surpassing to those of later times who aspired to similar things.
§1.46.7οἱ μὲν οὖν ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἔφασαν εὑρίσκειν ἑπτὰ πρὸς τοῖς τετταράκοντα τάφους βασιλικούς· εἰς δὲ Πτολεμαῖον τὸν Λάγου διαμεῖναί φασιν ἑπτακαίδεκα μόνον, ὧν τὰ πολλὰ κατέφθαρτο καθʼ οὓς χρόνους παρεβάλομεν ἡμεῖς εἰς ἐκείνους τοὺς τόπους, ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος.
Now the priests said that they found in their records forty-seven royal tombs; but they say that down to Ptolemy, son of Lagus, only seventeen remained, most of which had been destroyed at the times when we visited those places, in the one hundred and eightieth Olympiad.
§1.46.8οὐ μόνον δʼ οἱ κατʼ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφʼ ἡμῶν εἰρημένοις.
And not only do the priests in Egypt relate these things from their records, but also many of the Greeks who visited Thebes in the time of Ptolemy son of Lagus and wrote histories of Egypt, of whom Hecataeus also is one, agree with what has been said by us.