§1.44.1μυθολογοῦσι δʼ αὐτῶν τινες τὸ μὲν πρῶτον ἄρξαι τῆς Αἰγύπτου θεοὺς καὶ ἥρωας ἔτη βραχὺ λείποντα τῶν μυρίων καὶ ὀκτακισχιλίων, καὶ θεῶν ἔσχατον βασιλεῦσαι τὸν Ἴσιδος Ὧρον· ὑπʼ ἀνθρώπων δὲ τὴν χώραν βεβασιλεῦσθαί φασιν ἔτη βραχὺ λείποντα τῶν πεντακισχιλίων μέχρι τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος, καθʼ ἣν ἡμεῖς μὲν παρεβάλομεν εἰς Αἴγυπτον, ἐβασίλευε δὲ Πτολεμαῖος ὁ νέος Διόνυσος χρηματίζων.
他们中的一些人神话般地叙述道,起初神明和英雄统治了埃及,其时间比一万八千年略少,而最后一位统治的神明是伊西斯之子荷鲁斯;他们还说,人类统治这个国家的时间比五千年略少,一直到第一百八十届奥林匹克运动会,当时我们访问了埃及,而被称为“新狄奥尼索斯”的托勒密正在统治。
§1.44.2τούτων δὲ τὰ μὲν πλεῖστα κατασχεῖν τὴν ἀρχὴν ἐγχωρίους βασιλεῖς, ὀλίγα δὲ Αἰθίοπας καὶ Πέρσας καὶ Μακεδόνας.
而在这些时期中,本地的国王占据了大部分的统治权,埃塞俄比亚人、波斯人和马其顿人占了少部分。
Αἰθίοκας μὲν οὖν ἄρξαι τέτταρας, οὐ κατὰ τὸ ἑξῆς, ἀλλʼ ἐκ διαστήματος, ἔτη τὰ πάντα βραχὺ λείποντα τῶν ἓξ καὶ τριάκοντα·
因此,埃塞俄比亚人共有四人统治,不是连续的,而是有间隔的,总时间比三十六年略少。
§1.44.3Πέρσας δʼ ἡγήσασθαι Καμβύσου τοῦ βασιλέως τοῖς ὅπλοις καταστρεψαμένου τὸ ἔθνος πέντε πρὸς τοῖς ἑκατὸν καὶ τριάκοντα ἔτεσι σὺν ταῖς τῶν Αἰγυπτίων ἀποστάσεσιν, ἃς ἐποιήσαντο φέρειν οὐ δυνάμενοι τὴν τραχύτητα τῆς ἐπιστασίας καὶ τὴν εἰς τοὺς ἐγχωρίους θεοὺς ἀσέβειαν.
至于波斯人,自国王冈比西斯用武力征服该民族以来,统治了一百三十五年,其中包括埃及人的几次起义,这些起义是因为他们无法忍受统治的残酷以及对本地神明的不敬而发动的。
§1.44.4ἐσχάτους δὲ Μακεδόνας ἄρξαι καὶ τοὺς ἀπὸ Μακεδόνων ἓξ ἔτη πρὸς τοῖς διακοσίοις καὶ ἑβδομήκοντα.
最后统治的是马其顿人及马其顿人的后裔,共二百七十六年。
τοὺς δὲ λοιποὺς χρόνους ἅπαντας διατελέσαι βασιλεύοντας τῆς χώρας ἐγχωρίους, ἄνδρας μὲν ἑβδομήκοντα πρὸς τοῖς τετρακοσίοις, γυναῖκας δὲ πέντε· περὶ ὧν ἁπάντων οἱ μὲν ἱερεῖς εἶχον ἀναγραφὰς ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ παλαιῶν χρόνων ἀεὶ τοῖς διαδόχοις παραδεδομένας, ὁπηλίκος ἕκαστος τῶν βασιλευσάντων ἐγένετο τῷ μεγέθει καὶ ὁποῖός τις τῇ φύσει καὶ τὰ κατὰ τοὺς ἰδίους χρόνους ἑκάστῳ πραχθέντα·
而其余的所有时间,都是本地人继续统治这个国家,共有四百七十位男性和五位女性;关于所有这些人,祭司们在神圣的书籍中都有记录,这些书籍自古以来一直传给继承者,记录了每一位统治者的身高如何、性格如何,以及每个人在各自时代所做的事情。
§1.44.5ἡμῖν δὲ περὶ ἑκάστου τὰ κατὰ μέρος μακρὸν ἂν εἴη καὶ περίεργον γράφειν, ὡς ἂν τῶν πλείστων ἀχρήστων περιειλημμένων.
而对我们来说,详细记录关于每个人的情况将是冗长且多余的,因为其中大部分内容可能包含无用的事情。
διόπερ τῶν ἀξίων ἱστορίας τὰ κυριώτατα συντόμως διεξιέναι πειρασόμεθα.
因此,我们将尝试简要地阐述那些值得载入历史的最主要的事项。