§1.45.1μετὰ τοὺς θεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ καταδεῖξαι τοῖς λαοῖς θεούς τε σέβεσθαι καὶ θυσίας ἐπιτελεῖν, πρὸς δὲ τούτοις παρατίθεσθαι τραπέζας καὶ κλίνας καὶ στρωμνῇ πολυτελεῖ χρῆσθαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασθαι.
Now after the gods, they say that Menas was the first to reign over Egypt, and that he instructed the people to worship the gods and perform sacrifices, and in addition to this, to set up tables and couches and to use luxurious bedding, and in general, introduced luxury and a sumptuous lifestyle.
§1.45.2διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθʼ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι·
And for this reason, they say that many generations later, Tnephachthus, the father of Bocchoris the wise, who was then reigning, when he made an expedition into Arabia and his provisions failed him because of the wilderness and the ruggedness of the country, was compelled, being in want for one day, to use a completely simple fare at the house of some ordinary citizens; and being exceedingly pleased with it, he condemned luxury and cursed the king who had originally introduced this sumptuous lifestyle.
οὕτω δʼ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις· ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσθαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους.
And this change concerning his food, drink, and bed was so close to his heart that he inscribed the curse in sacred characters upon the temple of Zeus at Thebes; which indeed seems to have been the chief reason why the fame of Menas and his honours did not endure into later times.
§1.45.3ἑξῆς δʼ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα· ἐφʼ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσθαι.
Next, it is said that the descendants of the aforementioned king, fifty-two in all, ruled for more than one thousand and forty years; in whose times nothing worthy of record took place.
§1.45.4μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας.
After this, when Busiris was established as king, and again eight of his descendants, they say that the last, who bore the same name as the first, founded the city which is called by the Egyptians the Great Diospolis, and by the Greeks Thebes.
τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς· §1.45.5ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας, ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι, καὶ καθόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι.
Now he made its circumference one hundred and forty stades, and adorned it wonderfully with great buildings, magnificent temples, and other dedicatory offerings; and in like manner he constructed the houses of private citizens, some of four storeys, others of five storeys, and in general made the city the most prosperous not only of those in Egypt, but of all others.
§1.45.6διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει
"οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν. " §1.45.7ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφʼ ὧν ἑκατόμπυλον ὠνομάσθαι, καθαπερεὶ πολύπυλον. δισμύρια δʼ ἅρματα πρὸς ἀλήθειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσθαι· τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ θεμέλια δείκνυσθαι.
And because of the abundance of its wealth and power, which was so extraordinary that its fame spread to every place, they say that even the poet has made mention of it, where he says: "Not even all the wealth that is in Egyptian Thebes, where the greatest store of treasure lies in the houses, and which has a hundred gates, and from each two hundred men with horses and chariots sally forth." But some say that the city did not have a hundred gates, but rather many great gateways to the temples, from which it was named "of a hundred gates," as if to say "of many gates." Yet in truth, twenty thousand chariots went out from it to war; for there were one hundred stables along the river from Memphis as far as the Thebes that lies on the side of Libya, each capable of holding two hundred horses, the foundations of which are shown even to this day.