Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.45.1-1.45.7

ミナス王による贅沢の導入とテーベの創建

46 / 406 箇所 · ギリシア語

要旨

最初の人間の王ミナスによる贅沢な生活の導入と、後世の王トネファクトスによるその呪いについて述べる。さらに、ブシリス王らによるテーベ(大ディオスポリス)の創建とその富、繁栄、軍事力に関する伝承やホメロスの記述を伝える。

§1.45.1μετὰ τοὺς θεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ καταδεῖξαι τοῖς λαοῖς θεούς τε σέβεσθαι καὶ θυσίας ἐπιτελεῖν, πρὸς δὲ τούτοις παρατίθεσθαι τραπέζας καὶ κλίνας καὶ στρωμνῇ πολυτελεῖ χρῆσθαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασθαι.
それゆえ、神々の後に、エジプトを最初に支配したのはミナスであると人々は言っている。 そして彼は民衆に対して、神々を敬い、犠牲を捧げることを教え、さらにこれに加えて、食卓や寝台を整えることや豪華な敷物を用いること、総じて、贅沢で豪華な生活を導入した。
§1.45.2διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθʼ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι·
それゆえに、何世代も後に王として支配した、賢者ボクコリスの父であるトネファクトスが、アラビアへ遠征したとき、荒野と険路のために物資が尽きたため、ある日、物資を欠いた状態で、たまたま居合わせた一般市民のところで、完全に質素な食事をとることを余儀なくされ、それをこの上なく喜んで、贅沢を非難し、最初にその豪華さを導入した王を呪ったと言われている。
οὕτω δʼ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις·
そして、食べ物、飲み物、寝床に関するこの変化が彼の心に深く浸透したため、その呪いを神聖文字でテーベのゼウス神殿に刻み込んだほどであった。
ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσθαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους.
このことが、後世においてミナスの名声や栄誉が維持されなかった最大の原因であると思われる。
§1.45.3ἑξῆς δʼ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα·
次に、前述の王の子孫たち52人が、合わせて1040年以上の間支配したと言われている。
ἐφʼ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσθαι.
彼らの時代には、記録に値することは何も起こらなかった。
§1.45.4μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας.
この後、ブシリスが王に擁立され、さらにその子孫たち8人が支配したが、その最後の一人は最初の一人と同名であったが、エジプト人からは大ディオスポリスと呼ばれ、ギリシア人からはテーベと呼ばれる都市を創建したと彼らは言う。
τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς·
さて、彼はその外周を140スタディオンとし、巨大な建造物や壮麗な神殿、その他の奉納物でそれを驚くべき形に装飾した。
§1.45.5ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας, ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι, καὶ καθόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι.
同様に、一般市民の家々も、あるものは4階建て、あるものは5階建てに建設し、総じて、この都市をエジプトの都市だけでなく、他のすべての都市の中で最も繁栄したものにした。
§1.45.6διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει "οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.
そして、その富と力があまりに傑出していたため、その名声はあらゆる場所に広まり、詩人もまたその都市について言及していると人々は言う。 そこで彼はこう語っている。 「エジプトのテーベにあるほどの多くの財宝であっても、そこには家々の中に非常に多くの富が横たわっており、そこは百の門を持ち、門それぞれから、馬と戦車を伴った二百人の男たちが出撃する。
" §1.45.7ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφʼ ὧν ἑκατόμπυλον ὠνομάσθαι, καθαπερεὶ πολύπυλον.
」しかしある人々は、その都市が百の門を持っていたのではなく、神殿の数多くて巨大な前門を持っていたのだと言う。 そのために「百門の」と名付けられたのであり、それはあたかも「多くの門を持つ」という意味である、と。
δισμύρια δʼ ἅρματα πρὸς ἀλήθειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσθαι·
しかし、実際に2万台の戦車がそこから戦争へと出撃したのである。
τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ θεμέλια δείκνυσθαι.
というのも、メンフィスからリビア側のテーベに至る川沿いに、100の厩舎が存在したからである。 各厩舎はそれぞれ200頭の馬を収容でき、それらの基礎は今日でもなお示されている。

語釈・文法注

  1. 1.45.2τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων — 名詞 τῶν ἐπιτηδείων(必需品、物資)を意味上の主語、アオリスト能動分詞 ἐκλιπόντων を述語とする属格絶対構文。対格の αὐτὸν(彼を、トネファクトスを指す)は分詞の直接目的語であり、「物資が彼を見捨てたので(物資が尽きたので)」という文脈を形成している。
  2. 1.45.2ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ — 主動詞 λέγουσιν にかかる対格不定詞構文の一部。受動アオリスト不定詞 ἀναγκασθῆναι の意味上の主語は、文頭の対格 Τνέφαχθον である。アオリスト分詞 γενόμενον も主語と性と格を一致させて対格となっている。χρήσασθαι は ἀναγκασθῆναι に支配される補足不定詞である。
  3. 1.45.4τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι — 動詞 φασὶ にかかる対格不定詞構文。対格の名詞句 τὸν τελευταῖον(最後の一人)が主語、アオリスト能動不定詞 κτίσαι が述語を成す。分詞句中の形容詞 ὁμώνυμον(同名の)は、補語として与格の τῷ πρώτῳ(最初の人に)を取っている。
  4. 1.45.6οὐδʼ ὅσα Θήβας Αἰγυπτίας — ホメロス『イリアス』9.381からの引用。元文では、アキレウスがアガメムノンの和解案を拒絶する脈絡で「たとえエジプトのテーベに集まるほどの莫大な財宝であっても(私は受け入れない)」という強い部分否定(οὐδ')を伴う譲歩的表現であるが、ディオドロスは単に同市が誇る比類なき富を例証するための関係代名詞節として引用している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.45.1-1.45.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.45.1-1.45.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。