§1.43.1βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι τῶν ἀνθρώπων·
因为据人们说,古时的埃及人过着某种生活,在最古老的时期,他们吃草以及生长在沼泽中的植物的茎和根,并通过尝味来尝试每一种,并且他们首先也是最主要地将所谓的“阿格罗斯蒂斯”草作为食物,因为这种草在甜度上非常独特,并且为人类的身体提供了足够的营养。
§1.43.2καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν.
实际上,这种草被认为对家畜也很温和,并能迅速增加它们的体量。
διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσθαι· οἴονται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς.
因此,人们因记住这种草的用途,直到现在,每当走向神明时,都会手里拿着这种草来祈祷;因为他们认为人类是生活在沼泽和湖泊中的动物,这是从人类身体的平滑度、物理性质,以及人类更需要湿润的食物而非干燥的食物这一点来推断的。
§1.43.3δευτέραν δὲ λέγουσιν ἔχειν διαγωγὴν τοὺς Αἰγυπτίους τὴν τῶν ἰχθύων βρῶσιν, πολλὴν δαψίλειαν παρεχομένου τοῦ ποταμοῦ, καὶ μάλισθʼ ὅτε μετὰ τὴν ἀνάβασιν ταπεινούμενος ἀναξηραίνοιτο.
并且据他们说,埃及人将吃鱼作为第二种生活方式,因为河流提供了极大的丰裕,尤其是在涨水后退去并干涸的时候。
§1.43.4ὁμοίως δὲ καὶ τῶν βοσκημάτων ἔνια σαρκοφαγεῖν, καὶ ταῖς δοραῖς τῶν κατεσθιομένων ἐσθῆσι χρῆσθαι, καὶ τὰς οἰκήσεις ἐκ τῶν καλάμων κατασκευάζεσθαι.
同样地,他们也吃某些家畜的肉,并用被吃掉的动物的皮作为衣服,用芦苇建造住宅。
ἴχνη δὲ τούτων διαμένειν παρὰ τοῖς νομεῦσι τοῖς κατʼ Αἴγυπτον, οὓς ἅπαντάς φασι μέχρι τοῦ νῦν μηδεμίαν ἄλλην οἴκησιν ἢ τὴν ἐκ τῶν καλάμων ἔχειν, δοκιμάζοντας ἀρκεῖσθαι ταύτῃ.
而这些痕迹在埃及的牧人中保留了下来,据人们说,他们直到现在都没有芦苇制成的以外的其他住宅,并且他们认为满足于此是合适的。
§1.43.5πολλοὺς δὲ χρόνους τούτῳ τῷ βίῳ διεξαγαγόντας τὸ τελευταῖον ἐπὶ τοὺς ἐδωδίμους μεταβῆναι καρπούς, ὧν εἶναι καὶ τὸν ἐκ τοῦ λωτοῦ γινόμενον ἄρτον.
在以这种生活方式度过了很长时间之后,他们最终转向了可食用的果实,其中也包括由莲花制成 Bread。
καὶ τούτων τὴν εὕρεσιν οἱ μὲν εἰς τὴν Ἶσιν ἀναφέρουσιν, οἱ δʼ εἴς τινα τῶν παλαιῶν βασιλέων τὸν ὀνομαζόμενον Μηνᾶν.
关于这些果实的发现,一些人归功于伊西斯,而另一些人则归功于一位名叫梅纳斯的古代国王。
§1.43.6οἱ δʼ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δʼ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς· διὸ καὶ τὸ παλαιὸν παραδίδοσθαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων, ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆθος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνθρώπων τοὺς ἐφʼ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατʼ ἀλήθειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων.
而祭司们则神话般地叙述道,赫尔墨斯是学问和技术的发现者,而国王们则是生活必需品的发现者;因此在古代,王位不是传给统治者的子孙,而是传给那些为大众带来最多、最大福祉的人,这或者是由于人们促使他们那个时代的国王去致力于共同的福祉,或者是由于他们实际上在神圣的历史记录中就是这样承袭下来的。