§1.39.1Δημόκριτος δʼ ὁ Ἀβδηρίτης φησὶν οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσθαι, καθάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι.
阿布德拉人德谟克利特则声称,下雪的并非如欧里庇得斯和阿那克萨戈拉所说的是南方地区,而是北方地区,且这一点对所有人而言都是显而易见的。
§1.39.2τὸ δὲ πλῆθος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῷ θέρει διαλυομένων ὑπὸ τῆς θερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσθαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσθαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως πρὸς τὸ ὕψος αἰρομένης.
他还说,北方积聚的大量雪在冬至前后保持冰冻状态,但在夏天,当冰块被热量融化时,便产生了大量的融水,因此,随着丰富的蒸气升向高空,在那些地势较高的地区周围便生成了许多浓厚的云层。
§1.39.3ταῦτα δʼ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρι ἂν ὅτου προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν· ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν.
这些云受季风的驱赶,直到撞上人居世界中最高的山脉,他称这些山脉位于埃塞俄比亚周围;接着,云层在这些高耸的山脉上剧烈碰撞并破碎,产生极大的暴雨,尼罗河因此主要在季风季节得以满溢。
§1.39.4ῥᾴδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς θερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δʼ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων.
然而,只要精确地检验涨水的时期,要揭穿他的这一谬误也十分容易:因为尼罗河在夏至前后开始满溢,而此时季风尚未吹拂;它在秋分之后才停止涨水,而上述风早已平息多时。
§1.39.5ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύῃ τὴν τῶν λόγων πιθανότητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπʼ αὐτοῦ λεγομένοις οὐ δοτέον.
因此,当经验的精确性压倒了论辩的合理性时,我们应当赞许该人的巧思,但绝不能对他的主张予以信任。
§1.39.6παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἔστιν οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας· οὐ βορέαι γὰρ οὐδʼ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ θερινῆς δύσεως ἀργέσται κοινωνοῦσι τῆς τῶν ἐτησίων προσηγορίας.
因为我也忽略了这样一个事实:人们可以观察到季风从北方吹来并不比从西方吹来更多;因为不仅是北风和极北风,而且从夏至日落方向吹来的阿尔格斯底风也同样享有“季风”的称呼。
τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰθιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλʼ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην.
而声称埃塞俄比亚周围的山脉是最高的,这不仅未经证实,而且甚至没有通过显而易见的事实来获得人们的认可。
§1.39.7Ἔφορος δὲ καινοτάτην αἰτίαν εἰσφέρων πιθανολογεῖν μὲν πειρᾶται, τῆς δʼ ἀληθείας οὐδαμῶς ἐπιτυγχάνων θεωρεῖται.
而埃福罗斯提出了一个极其新颖的原因,虽然他试图进行貌似合理的论证,但显然完全没有触及真相。
φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποταμόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆθος, καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῇ τοῦτο, κατὰ δὲ τὴν θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὑτῆς πανταχόθεν ἀνιέναι,
因为他声称,整个埃及都是由河流淤积而成且土质疏松,其天性又如轻石一般,拥有巨大且连绵不断的裂缝,通过这些裂缝将大量水分吸入自身内部,在冬季将这些水分保存在体内,而在夏季则从周身各处排出如同汗水般的东西,并通过这些汗水使河流充满。
§1.39.8καὶ διὰ τούτων πληροῦν τὸν ποταμόν. ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.
但在我们看来,这位历史撰述者不仅没有亲自观察过埃及各地的自然特征,甚至也未曾向了解该国情况的人仔细探问。
§1.39.9πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ τε πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας ῥέων τὴν πλήρωσιν ἔχει πρὶν ἢ ψαῦσαι τῆς Αἰγύπτου.
因为首先,如果尼罗河是从埃及自身获得水量的增加,那么当它流经岩石重重且坚硬的上游地区时,就不会满溢;但实际上,它流经埃塞俄比亚六千多斯塔德,在触及埃及之前就已经完成了涨水。
§1.39.10ἔπειτʼ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθʼ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος· εἰ δʼ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑγρῶν σύρρυσιν γίνεσθαι.
其次,如果尼罗河的流量低于冲积土中空隙的高度,那么这些裂缝必然是表浅的,在这些裂缝中保留如此大量的水是不可能的;但如果河流所处的位置高于这些空隙,那么水分就不可能从较低的凹处汇聚到较高的河面上。
§1.39.11καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπʼ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι;
总体而言,有谁会认为,从大地的空隙中排出的汗水能使河流产生如此巨大的水量增加,以至于几乎整个埃及都被它淹没呢?
ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων.
因为我也略过那关于冲积土以及保存在空隙中水分的虚假说法,因为对这些说法的反驳显而易见。
§1.39.12ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον.
因为亚细亚的迈安德罗斯河已经造成了大量的泥沙淤积地,而在那里,与尼罗河涨水有关的现象完全没有任何发生的迹象。
§1.39.13ὁμοίως δὲ τούτῳ περὶ μὲν τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῷος ποταμός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφʼ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως.
与此相似,在阿卡纳尼亚被称为阿克洛奥斯的河流,以及流经维奥蒂亚、源自福基斯的凯菲索斯河,都淤积了不小的土地,在这两者的案例中,这位著作者的虚伪显然被揭穿了。
ἀλλὰ γὰρ οὐκ ἄν τις παρʼ Ἐφόρῳ ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶναὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας.
然而,如果看到埃福罗斯在许多事情上都玩忽真理,人们也就不会想在方方面面去苛求他的准确性了。