Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.38.1-1.38.12

泰勒斯与希罗多德等人的尼罗河泛滥说及批判

第 39 段,共 406 段 · 希腊语

内容简介

本章节介绍了古代思想家和作家(泰勒斯、阿那克萨戈拉、希罗多德)关于尼罗河涨水原因的各种学说,作者通过指出各家学说的矛盾与错误,对其进行了系统性的反驳。

§1.38.1ἐπειδὴ δὲ περὶ τῶν πηγῶν καὶ τῆς ῥύσεως αὐτοῦ διεληλύθαμεν, πειρασόμεθα τὰς αἰτίας ἀποδιδόναι τῆς πληρώσεως.
既然我们已经讨论了该河的水源和流向,接下来我们将试图解释其涨水的原因。
§1.38.2Θαλῆς μὲν οὖν, εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος, φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς θάλατταν προχεῖσθαι τὸ ῥεῦμα, καὶ διὰ τοῦτʼ αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον.
被称为“七贤”之一的泰勒斯声称,与河流入海口逆向而吹的季风(埃特西亚风)阻碍了河水宣泄入海,因此河水满溢,淹没了地势低平的埃及。
§1.38.3τοῦ δὲ λόγου τούτου, καίπερ εἶναι δοκοῦντος πιθανοῦ, ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος.
虽然这一说法看似合理,但要揭穿其谬误却很容易。
εἰ γὰρ ἦν ἀληθὲς τὸ προειρημένον, οἱ ποταμοὶ πάντες ἂν οἱ τοῖς ἐτησίαις ἐναντίας τὰς ἐκβολὰς ἔχοντες ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν· οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος ζητητέον ἑτέραν αἰτίαν ἀληθινὴν τῆς πληρώσεως.
因为如果前述情况属实,那么所有入海口与季风逆向的河流都应该发生类似的涨水;然而,既然这在人居世界的任何地方都没有发生,我们就必须寻找另一个真实的涨水原因。
§1.38.4Ἀναξαγόρας δʼ ὁ φυσικὸς ἀπεφήνατο τῆς ἀναβάσεως αἰτίαν εἶναι τὴν τηκομένην χιόνα κατὰ τὴν Αἰθιοπίαν, ᾧ καὶ ὁ ποιητὴς Εὐριπίδης μαθητὴς ὢν ἠκολούθηκε·
自然哲学者阿那克萨戈拉则声称,涨水的原因是埃塞俄比亚融化的积雪,作为其弟子的诗人欧里庇得斯也遵循了这一观点。
λέγει γοῦν "Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκʼ ἂν τακῇ χιών.
他写道:“离开那自大地流出的、最美丽的尼罗河之水,每当积雪融化时,它便从黑肤色人的埃塞俄比亚土地上充满其流。
" §1.38.5καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιρρήσεως δεῖσθαι συμβέβηκε, φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰθιοπίαν· §1.38.6καθόλου γὰρ περὶ τοὺς τόπους τούτους οὔτε πάγος οὔτε ψῦχος οὔθʼ ὅλως χειμῶνος ἔμφασις γίνεται, καὶ μάλιστα περὶ τὴν ἀνάβασιν τοῦ Νείλου.
” 这一说法也同样不需要太多的驳斥,因为所有人显而易见的是,由于极度的炎热,埃塞俄比亚周围是不可能降雪的;因为总的来说,在这些地区既没有冰,也没有寒冷,甚至没有任何冬天的迹象,尤其是在尼罗河涨水的时期。
εἰ δέ τις καὶ συγχωρήσαι χιόνος εἶναι πλῆθος ἐν τοῖς ὑπὲρ Αἰθιοπίαν τόποις, ὅμως ἐλέγχεται τὸ ψεῦδος τῆς ἀποφάσεως· §1.38.7πᾶς γὰρ ποταμὸς ἀπὸ χιόνος ῥέων ὁμολογουμένως αὔρας ἀναδίδωσι ψυχρὰς καὶ τὸν ἀέρα παχύνει· περὶ δὲ τὸν Νεῖλον μόνον τῶν ποταμῶν οὔτε νέφους ὑποστάσεις ὑπάρχουσιν οὔτʼ αὖραι ψυχραὶ γίνονται οὔθʼ ὁ ἀὴρ παχύνεται.
即使有人宽容地承认埃塞俄比亚上方的地区有大量积雪,该说法的谬误仍然会被揭穿;因为公认的是,凡是源自融雪的河流都会释放出寒凉的微风并使空气变浓(潮湿),但在所有河流中,唯独在尼罗河周围既没有云雾的产生,也没有冷风吹过,空气也并未变浓。
§1.38.8Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν· §1.38.9τοῦ δὲ θέρους ἐπιστάντος ἀποχωροῦντα τῇ φορᾷ τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνῃ κειμένην.
而希罗多德则说,尼罗河天然的流量其实就如它涨水时那样大,但在冬天,太阳运行到利比亚上方,将尼罗河的大量水分吸引到自己身边,因此在这段时期,该河流量变得比平时反常地要小;而当夏天来临时,太阳在其运行中向北退去,从而使希腊周围的河流以及处于类似地理位置的其他地区的河流干涸并减少。
§1.38.10οὐκέτʼ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον· οὐ γὰρ ἐν τοῖς καύμασιν αὔξεσθαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσθαι διὰ τὴν προειρημένην αἰτίαν.
因此,发生在尼罗河身上的现象就不再令人惊奇了:因为它不是在炎热中增加,而是在冬天由于上述原因而减少。
§1.38.11ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καθῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρασίαν ὁ ἥλιος ἐφʼ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ ταπεινοῦν τὰ φερόμενα ῥεύματα.
因此,我们也应该对这个人说:既然太阳在冬季将尼罗河的水分吸引到自己身上,那么它也理应从利比亚境内的其他河流中吸走一部分水分,并减少它们的流量。
§1.38.12ἐπεὶ δʼ οὐδαμοῦ τῆς Λιβύης οὐδὲν τοιοῦτον γινόμενον θεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται· καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῷ χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασθαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆθος τῶν γινομένων ὄμβρων.
然而,既然在利比亚的任何地方都没有观察到这种事情发生,显而易见,这位作者是在信口开河(凭空捏造);因为希腊周围的河流在冬天水量增加,并不是因为太阳退得更远,而是因为降雨量充沛的缘故。

词汇与语法注释

  1. §1.38.3οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος — 属格独立结构。中性属格关系代词 οὗ 作分词 συμβαίνοντος 的主语,指代前句所描述的假设情况(即“其他河流也发生类似的涨水”),具有因果含义:“既然这在人居世界的任何地方都没有发生”。
  2. §1.38.4ῥοὰς — 限定宾格(或关系宾格),用于欧里庇得斯引诗中的被动语态动词 πληροῦται(被充满)。关系代词 ὃς(指代尼罗河)作主语,整体意为“其水流被充满”(即“它在河流方面被充满”)。
  3. §1.38.11καθῆκον ἦν — 由非人称形容词(分词)καθῆκον(应当、合适)与未完成过去时 ἦν 构成的结构。此处的未完成过去时直陈语态表示过去未曾实现的义务或理所当然的事(“本来应当……”),支配后面的不定式 ἀναλαμβάνειν 和 ταπεινοῦν。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.38.1-1.38.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.38.1-1.38.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。