§1.40.1τῶν δʼ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν, §1.40.2ᾗ πολλοὶ συγκατατέθεινται.
孟斐斯的一些哲学家试图为河流的涨水提出一个与其说合理,不如说无法反驳的原因,许多人都同意这一观点。
διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.
因为他们将地球分为三个部分,声称其中一部分是我们的居住世界,另一部分是季节与这些地区相反的对跖世界,第三部分介于两者之间,因炎热而无法居住。
§1.40.3εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καθʼ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρʼ ἡμῖν τὰς ἐπομβρίας· ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατʼ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθʼ ἡμᾶς οἰκουμένην φέρεσθαι.
如果尼罗河在冬季上涨,那么显然它是从我们的地带获得水源的,因为在这些季节里,我们这里的降雨最多;但相反,既然它在夏季满溢,那么在相反的地区发生冬季,并且那些地区多余的水流向我们的居住世界,就是貌似合理的。
§1.40.4διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ.
因此,谁也无法到达尼罗河的源头,因为这条河是从相反的地带流经那片无法居住的地区。
μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.
他们声称,尼罗河水极其甘甜也证明了这一点;因为流经被炙烤的地区时,河水被煮沸,因此它在所有的河流中最为甘甜,因为火的性质自然会使一切液体变甜。
§1.40.5οὗτος δʼ ὁ λόγος ἔχει μέν τινα πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι, καὶ μάλιστʼ εἴ τις ὑπόθοιτο σφαιροειδῆ τὴν γῆν ὑπάρχειν.
但这一理论有一个显而易见的驳斥,即河流似乎绝不可能从相反的居住世界升流到我们的世界,尤其是如果有人假设地球是球形的话。
καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων οὐδαμῶς συγχωρήσει.
因为即使有人在言辞上胆大妄为,歪曲显而易见的事实,事物的本性也绝不允许。
καθόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι, καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιθέμενοι, ταύτῃ διαφεύξεσθαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι· §1.40.6δίκαιον δὲ τοὺς περί τινων διαβεβαιουμένους ἢ τὴν ἐνάργειαν παρέχεσθαι μαρτυροῦσαν ἢ τὰς ἀποδείξεις λαμβάνειν ἐξ ἀρχῆς συγκεχωρημένας.
总体而言,他们通过引入一个无法反驳的断言,并将无法居住的地区置于其中,以为可以通过这种方式逃避严密的检验;但公正的做法是,那些对某些事物做出断言的人,应当要么提供显而易见的证据作为见证,要么从一开始就已公认的前提中得出证明。
πῶς δὲ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης τῆς οἰκουμένης φέρεται πρὸς τοὺς καθʼ ἡμᾶς τόπους;
而且,为什么唯独尼罗河从那个居住世界流向我们的地区?
εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρʼ ἡμῖν.
因为合理的推测是,那里也应该有其他的河流,就像我们这里一样。
§1.40.7ἥ τε τῆς περὶ τὸ ὕδωρ γλυκύτητος αἰτία παντελῶς ἄλογος.
关于水质甘甜原因的解释也完全不合逻辑。
εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ἦν οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας εἶχε· πᾶν γὰρ ὕδωρ ὑπὸ τῆς πυρώδους φύσεως ἀλλοιωθὲν ἀλλοτριώτατόν ἐστι ζωογονίας.
因为如果河流因受热煮沸而变甜,它就不会有极强的繁殖力,也不会拥有各种各样的鱼类和野兽;因为凡是被火的性质所改变的水,都极不适宜生命的产生。
§1.40.8διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον.
因此,由于尼罗河的本性与这种假定的煮沸完全相反,我们必须认为上述涨水的原因是虚假的。