Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.39.1-1.39.13

デモクリトスとエポロスのナイル川増水説と批判

40 / 406 箇所 · ギリシア語

要旨

デモクリトスとエポロスによるナイル川増水の原因に関する仮説をそれぞれ紹介し、著者自らの観察事実や他地域の河川の例をもとに、それらの説がいかに矛盾し虚偽に満ちているかを論じる。

§1.39.1Δημόκριτος δʼ ὁ Ἀβδηρίτης φησὶν οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσθαι, καθάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι.
アブデラの人デモクリトスは、エウリピデスやアナクサゴラスが述べたように南方の地域に雪が降るのではなく、北方の地域(おおぐま座の方向)に降るのであり、このことは誰の目にも明らかであると主張している。
§1.39.2τὸ δὲ πλῆθος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῷ θέρει διαλυομένων ὑπὸ τῆς θερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσθαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσθαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως πρὸς τὸ ὕψος αἰρομένης.
そして、北方地域に積もった大量の雪は冬至の間は凍ったまま留まるが、夏には暑さによって氷が溶けて大量の融解水が生じ、このために豊富な蒸気が高みへと立ち昇ることで、高地の周囲に多くの厚い雲が発生するのだという。
§1.39.3ταῦτα δʼ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρι ἂν ὅτου προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν·
そして、これらの雲はエテシア風によって追いやられ、居住世界の中で最も高い山々、すなわち彼がエチオピアの周辺にあると述べる山々にぶつかるまで進む。
ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν.
その後、これらの山が非常に高いため、雲は激しく打ち砕かれて凄まじい豪雨を生み出し、それらによってエテシア風の吹く季節に川が最も満ちる(増水する)のである。
§1.39.4ῥᾴδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα·
しかし、増水の時期を正確に検証するならば、この者の誤りを暴くことも容易である。
ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς θερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δʼ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων.
なぜなら、ナイル川は夏至のあたりから増水し始めるが、そのときにはエテシア風はまだ吹いておらず、秋分を過ぎてから増水終わるが、そのときには前述の風はとうに止んでいるからである。
§1.39.5ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύῃ τὴν τῶν λόγων πιθανότητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπʼ αὐτοῦ λεγομένοις οὐ δοτέον.
したがって、経験の確かさが議論のもっともらしさを凌駕するときには、この人物の着想は受け入れるべきであるが、彼の主張に信頼を与えるべきではない。
§1.39.6παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἔστιν οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας·
というのも、エテシア風が北から吹くのは西から吹くのに対して決して多くないという事実も、私は不問に付すからである。
οὐ βορέαι γὰρ οὐδʼ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ θερινῆς δύσεως ἀργέσται κοινωνοῦσι τῆς τῶν ἐτησίων προσηγορίας.
なぜなら、北風や真北風だけでなく、夏至の日の入りの方向から吹くアルゲステス風もまた、エテシア風という名称を共有しているからである。
τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰθιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλʼ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην.
また、エチオピア周辺の山々が最大のものであると述べることは、証明されていないだけでなく、明白な事実によって認められるほどの信頼性も持っていない。
§1.39.7Ἔφορος δὲ καινοτάτην αἰτίαν εἰσφέρων πιθανολογεῖν μὲν πειρᾶται, τῆς δʼ ἀληθείας οὐδαμῶς ἐπιτυγχάνων θεωρεῖται.
一方、エポロスはきわめて奇抜な原因を持ち込むことで、もっともらしく議論しようと試みているが、真実には全く到達していないことが見て取れる。
φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποταμόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆθος, καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῇ τοῦτο, κατὰ δὲ τὴν θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὑτῆς πανταχόθεν ἀνιέναι,
彼は、エジプトは全土が川の堆積物からなり、多孔質で、さらにその性質は軽石のようであって、大きな割れ目がいたるところに走っており、それらを通じて大量の水分を自らの中に取り込み、冬の時期にはこれを自らの内に保持するが、夏の時期にはあたかも汗のようなものをいたるところから自ら放出するのだ、と述べている。
§1.39.8καὶ διὰ τούτων πληροῦν τὸν ποταμόν.
そして、これらによって川を満たすのだ、と。
ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.
しかし、この著述家は、エジプトの地域の自然を自ら観察したことがないだけでなく、この国の事情を知っている人々から入念に聞き取りをしたこともないように、私たちには思われる。
§1.39.9πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ τε πετρώδους καὶ στερεᾶς χώρας φερόμενος·
というのも、第一に、もしナイル川がエジプトそのものから増水を得ていたとすれば、岩がちで固い土地を流れている上流地域において増水することはなかったはずだからである。
νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας ῥέων τὴν πλήρωσιν ἔχει πρὶν ἢ ψαῦσαι τῆς Αἰγύπτου.
しかし実際には、ナイル川はエジプトに達する前に、エチオピアを6000スタディオン以上流れる間にすでに増水しているのである。
§1.39.10ἔπειτʼ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθʼ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος·
次に、もしナイル川の流れが、川の堆積土壌にある隙間よりも低い位置にあったならば、割れ目は地表近くの浅いものということになり、そこにこれほど大量の水が留まることは不可能であったはずである。
εἰ δʼ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑγρῶν σύρρυσιν γίνεσθαι.
一方、もし川がその隙間よりも高い位置を占めていたならば、より低い凹地からより高い水面へと水分が流れ集まることは不可能であったはずである。
§1.39.11καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπʼ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι;
さらに一般的に言って、土壌の隙間から出る汗が、それによってエジプトのほぼ全土が氾濫するほどの川の増水を引き起こすなどと、誰が可能だと考え得るだろうか。
ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων.
というのも、堆積土壌の存在や、その隙間に蓄えられているという水の虚偽性についても、私は言及を省くからである。 それらに対する反証は明白だからである。
§1.39.12ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον.
なぜなら、小アジアのマイアンドロス川は多くの堆積地を形成しているが、そこではナイル川の増水に関して起こることなど、何一つとして全く観察されないからである。
§1.39.13ὁμοίως δὲ τούτῳ περὶ μὲν τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῷος ποταμός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφʼ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως.
これと同様に、アカルナニア地方ではアケロオスと呼ばれる川が、またボイオティア地方ではフォキス地方から流れるケピソス川が少なからぬ土地を堆積させてきたが、これら両者において、その著述家の虚偽は明白に証明される。
ἀλλὰ γὰρ οὐκ ἄν τις παρʼ Ἐφόρῳ ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶναὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας.
しかしながら、エポロスが多くの点において真実を軽視してきたことを見るならば、彼に対して何が何でも正確さを求めることはできないだろう。

語釈・文法注

  1. 1.39.1οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσθαι... ἀλλὰ τὸν περὶ τὰς ἄρκτους — 動詞 φησίν に導かれた間接話法(対格と不定詞の構文)において、不定詞 χιονίζεσθαι(非人称動詞として「雪が降る」の意)の文脈上の意味的主語として、否定の対格句 τὸν περὶ τὴν μεσημβρίαν τόπον と肯定の対格句 τὸν περὶ τὰς ἄρκτους が並置されている。
  2. 1.39.3ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν — 関係代名詞 ἅ(中性複数対格、先行詞は ὄρεσι)は、挿入された動詞 φησίν に支配される不定詞 εἶναι の主格の働きをする主語(対格不定詞構文における対格主語)である。
  3. 1.39.4τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα — 現在分詞 ἐξετάζοντα は対格男性単数形であり、主節の非人称表現 ῥᾴδιον [ἐστι] に対する不定詞 ἐξελέγξαι(暴くこと)の、省略された一般の意味上の主語(対格)に呼応している。
  4. 1.39.6παρίημι γὰρ καὶ διότι... — 動詞 παρίημι(見過ごす、不問に付す)は、接続詞 διότι によって導かれる名詞節(ここでは「〜という事実」の意)を、強意の小辞 καὶ(〜さえも、〜をも)を伴って直接目的語として取っている。
  5. 1.39.9εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο — 現在の事実に反する仮定を表す反実仮想の条件文。条件節に εἴπερ + 直説法過去(ἐλάμβανεν)、帰結節に ἄν + 直説法過去(ἐπληροῦτο)が用いられている。
  6. 1.39.13ὁρῶν αὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας — 知覚動詞 ὁρῶν(見つつ)は、対格主語 αὐτόν と補足分詞 ὠλιγωρηκότα(完了活動態)を伴い、間接事実の認知を示している。また動詞 ὠλιγωρέω(軽視する)は属格支配であるため、τῆς ἀληθείας が属格になっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.39.1-1.39.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.39.1-1.39.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。