§1.38.1ἐπειδὴ δὲ περὶ τῶν πηγῶν καὶ τῆς ῥύσεως αὐτοῦ διεληλύθαμεν, πειρασόμεθα τὰς αἰτίας ἀποδιδόναι τῆς πληρώσεως.
さて、私たちはナイル川の水源と流れについて論じ終えたので、その増水の原因を説明しようと試みることにする。
§1.38.2Θαλῆς μὲν οὖν, εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος, φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς θάλατταν προχεῖσθαι τὸ ῥεῦμα, καὶ διὰ τοῦτʼ αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον.
まず、七賢人の一人と呼ばれるタレスは、エテシア風(季節風)が川の注ぎ口に対して逆風として吹くことで、その流れが海へと注ぎ出るのを妨げ、そのために川は水に満ちて、低地で平坦なエジプトを氾濫させるのだと述べている。
§1.38.3τοῦ δὲ λόγου τούτου, καίπερ εἶναι δοκοῦντος πιθανοῦ, ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος.
しかし、この説はもっともらしく思われるものの、その誤りを暴くのは容易である。
εἰ γὰρ ἦν ἀληθὲς τὸ προειρημένον, οἱ ποταμοὶ πάντες ἂν οἱ τοῖς ἐτησίαις ἐναντίας τὰς ἐκβολὰς ἔχοντες ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν·
もし前述のことが真実であったなら、エテシア風に対して逆向きの注ぎ口を持つすべての川が同様の増水を示したはずである。
οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος ζητητέον ἑτέραν αἰτίαν ἀληθινὴν τῆς πληρώσεως.
しかし、これが居住世界のどこにおいても起こらない以上、増水の別の真実の原因を探求しなければならない。
§1.38.4Ἀναξαγόρας δʼ ὁ φυσικὸς ἀπεφήνατο τῆς ἀναβάσεως αἰτίαν εἶναι τὴν τηκομένην χιόνα κατὰ τὴν Αἰθιοπίαν, ᾧ καὶ ὁ ποιητὴς Εὐριπίδης μαθητὴς ὢν ἠκολούθηκε·
また、自然哲学者アナクサゴラスは、増水の原因はエチオピアで溶ける雪であると主張し、彼の弟子であった詩人エウリピデスもこれに従った。
λέγει γοῦν
"Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκʼ ἂν τακῇ χιών.
彼はこう言っている。 「ナイルの最も美しい水を土壌から後にし、その川は、雪が溶ける時に、黒い肌の人々の地であるエチオピアの地からその流れを満たされる。
" §1.38.5καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιρρήσεως δεῖσθαι συμβέβηκε, φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰθιοπίαν·
」そして、この主張も多くの反論を必要としない。 暑さが極端であるために、エチオピアの周辺に雪が降ることは不可能であることは誰の目にも明らかだからである。
§1.38.6καθόλου γὰρ περὶ τοὺς τόπους τούτους οὔτε πάγος οὔτε ψῦχος οὔθʼ ὅλως χειμῶνος ἔμφασις γίνεται, καὶ μάλιστα περὶ τὴν ἀνάβασιν τοῦ Νείλου.
というのも、総じてこれらの地域においては、氷も寒さも、あるいは冬の兆候さえ全く生じず、ナイル川の増水の時期にはとりわけそうだからである。
εἰ δέ τις καὶ συγχωρήσαι χιόνος εἶναι πλῆθος ἐν τοῖς ὑπὲρ Αἰθιοπίαν τόποις, ὅμως ἐλέγχεται τὸ ψεῦδος τῆς ἀποφάσεως·
しかし、仮にエチオピアより上方の地域に大量の雪が存在することを認めたとしても、やはりその主張の誤りは証明される。
§1.38.7πᾶς γὰρ ποταμὸς ἀπὸ χιόνος ῥέων ὁμολογουμένως αὔρας ἀναδίδωσι ψυχρὰς καὶ τὸν ἀέρα παχύνει· περὶ δὲ τὸν Νεῖλον μόνον τῶν ποταμῶν οὔτε νέφους ὑποστάσεις ὑπάρχουσιν οὔτʼ αὖραι ψυχραὶ γίνονται οὔθʼ ὁ ἀὴρ παχύνεται.
なぜなら、雪から流れるすべての川は、一般に認められているように、冷たい微風を放ち、空気を濃くするが、ナイル川の周辺においては、すべての川の中で唯一、雲の発生もなく、冷たい風も吹かず、空気も濃くならないからである。
§1.38.8Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν·
一方、ヘロドトスは次のように述べている。 ナイル川は本来、増水期におけるのと同等の大きさであるが、冬には太陽がリビュアの上を移動する際に、ナイル川から多くの水分を自分の方へと引き寄せ、このためにこの時期には川の水量が本来よりも少なくなっているのである、と。
§1.38.9τοῦ δὲ θέρους ἐπιστάντος ἀποχωροῦντα τῇ φορᾷ τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνῃ κειμένην.
そして、夏が到来すると、太陽はその運行によって北へと去り、ギリシア周辺の川や、それと同様の位置にある他の土地の川を干上がらせ、減少させるのである、と。
§1.38.10οὐκέτʼ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον·
したがって、ナイル川に関して起こることはもはや不思議ではない。
οὐ γὰρ ἐν τοῖς καύμασιν αὔξεσθαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσθαι διὰ τὴν προειρημένην αἰτίαν.
なぜなら、暑さの中で増水するのではなく、冬の間に前述の原因によって減少するからである。
§1.38.11ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καθῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρασίαν ὁ ἥλιος ἐφʼ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ ταπεινοῦν τὰ φερόμενα ῥεύματα.
したがって、この者に対しても次のように言うべきである。 太陽が冬の時期にナイル川から水分を自分の方へと引き寄せるのと同様に、リビュアにある他の川からも水分をいくらか吸い上げ、その流れを減少させるのが当然であったはずである、と。
§1.38.12ἐπεὶ δʼ οὐδαμοῦ τῆς Λιβύης οὐδὲν τοιοῦτον γινόμενον θεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται·
しかし、リビュアのどこにおいてもそのようなことが起こるのが観察されない以上、この著述家がでっち上げを語っていることは明白である。
καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῷ χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασθαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆθος τῶν γινομένων ὄμβρων.
というのも、ギリシア周辺の川が冬に増水するのは、太陽がより遠くへ去るからではなく、降る雨の量が多いためだからである。