§1.37.1μεγάλης δʼ οὔσης ἀπορίας περὶ τῆς τοῦ ποταμοῦ πληρώσεως, ἐπικεχειρήκασι πολλοὶ τῶν τε φιλοσόφων καὶ τῶν ἱστορικῶν ἀποδιδόναι τὰς ταύτης αἰτίας, περὶ ὧν ἐν κεφαλαίοις ἐροῦμεν, ἵνα μήτε μακρὰς ποιώμεθα τὰς παρεκβάσεις μήτε ἄγραφον τὸ παρὰ πᾶσιν ἐπιζητούμενον ἀπολείπωμεν.
关于该河的涨水存在着极大的疑问,因此许多哲学家和历史学家都试图解释其原因。 对此,我们将简要地予以叙述,以便既不使赘言过于冗长,又不至于让众人都在寻求的这一探究付之阙如。
§1.37.2ὅλως γὰρ ὑπὲρ τῆς ἀναβάσεως τοῦ Νείλου καὶ τῶν πηγῶν, ἔτι δὲ τῆς εἰς θάλατταν ἐκβολῆς καὶ τῶν ἄλλων ὧν ἔχει διαφορῶν παρὰ τοὺς ἄλλους ποταμούς, μέγιστος ὢν τῶν κατὰ τὴν οἰκουμένην, τινὲς μὲν τῶν συγγραφέων ἁπλῶς οὐκ ἐτόλμησαν οὐδὲν εἰπεῖν, καίπερ εἰωθότες μηκύνειν ἐνίοτε περὶ χειμάρρου τοῦ τυχόντος, τινὲς δʼ ἐπιβαλόμενοι λέγειν περὶ τῶν ἐπιζητουμένων πολὺ τῆς ἀληθείας διήμαρτον.
因为,总的来说,关于尼罗河的涨水、水源,以及它流向大海的入海口,还有它与其他河流相比所具有的其他特异之处(尽管它是人居世界中最大的河流),有些作者根本不敢置一词,尽管他们平时习惯于对任何一条普通急流都长篇大论;而另一些人虽然企图对这些探究发表看法,却大大偏离了真相。
§1.37.3οἱ μὲν γὰρ περὶ τὸν Ἑλλάνικον καὶ Κάδμον, ἔτι δʼ Ἑκαταῖον, καὶ πάντες οἱ τοιοῦτοι, παλαιοὶ παντάπασιν ὄντες, εἰς τὰς μυθώδεις ἀποφάσεις ἀπέκλιναν· §1.37.4Ἡρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος, γεγονὼς καὶ πολλῆς ἱστορίας ἔμπειρος ἐπικεχείρηκε μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται·
因为像赫拉尼库斯、卡德摩斯,还有赫卡泰乌斯等人,以及所有此类完全是古时的人,都倾向于神话般的陈述;希罗多德极为好奇,比任何人都更富有历史探究的经验,他确实企图对这些事情做出说明,但人们发现他所遵循的是相互矛盾的推测。
Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατʼ Αἴγυπτον·
而克塞诺芬和修昔底德虽因其历史的真实性而备受赞誉,却在他们的著作中完全回避了对埃及地方的记述。
οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτʼ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον.
至于埃福罗斯和塞奥庞普斯等人,虽然在这些事情上付出了最大的努力,却最未能获得真相。
καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα.
所有这些人的失误并不是因为疏忽,而是因为该地区独特的自然性质。
§1.37.5ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰθιοπίαν, ἀλλʼ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου προσανέβησαν· οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα·
因为从古时起,直到被称为费拉德尔甫斯的托勒密时代,不仅没有任何希腊人越界进入埃塞俄比亚,他们甚至连埃及的边界都没有逆流而上达到过;这些地区的一切情况都如此险恶且完全危险。
τοῦ δὲ προειρημένου βασιλέως μεθʼ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσθη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον ἀπὸ τούτων τῶν χρόνων.
但当上述国王率领一支希腊军队首次向埃塞俄比亚出征时,关于该国的情况便自那时起得到了更精确的了解。
§1.37.6τῆς μὲν οὖν τῶν προτέρων συγγραφέων ἀγνοίας τοιαύτας τὰς αἰτίας συνέβη γενέσθαι·
早期作家们无知的原因便是如此。
τὰς δὲ πηγὰς τοῦ Νείλου, καὶ τὸν τόπον ἐξ οὗ λαμβάνει τὴν ἀρχὴν τοῦ ῥεύματος, ἑορακέναι μὲν μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων οὐδεὶς εἴρηκεν οὐδʼ ἀκοὴν ἀπεφήνατο παρὰ τῶν ἑορακέναι διαβεβαιουμένων.
然而,至于尼罗河的水源以及它水流起始的地方,直到撰写这部历史书时为止,还没有人声称自己亲眼见过它们,也没有人转述过任何坚称自己亲眼见过的人的传闻。
§1.37.7διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατʼ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον·
因此,由于这一问题只能归结为推测和看似合理的猜想,埃及的祭司们声称它是从环绕人居世界流淌的大洋中获得其形成的。 但这没有说出任何健全的道理,只是用一个疑难来解决另一个疑难,并且为了令人相信而提出了一种本身就需要极大信任的论点。
§1.37.8τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου· διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων ποταμῶν.
而穴居人中那些因炎热而从上方地区迁徙出来、被称为波尔吉奥伊的人则说,在那些地区有一些迹象,人们据此可以推论出尼罗河的水流是由许多水源聚集在一处而形成的;因此,它也是所有已知河流中最具生产力(最丰饶)的。
§1.37.9οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστʼ ἄν τις συγκατάθοιτο, τῆς μὲν κατὰ τὸ πιθανὸν εὑρησιλογίας πολὺ κεχωρισμένοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσι τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ.
至于居住在被称为美罗埃的岛屿周围的人,他们是最值得赞同的,因为他们远离了看似合理的诡辩,且居住在离所探求的地区最近的地方,但他们非但不能准确地说明这些事情,甚至还将这条河称为阿斯塔普斯,翻译成希腊人的语言就是“来自黑暗之水”。
§1.37.10οὗτοι μὲν οὖν τῷ Νείλῳ τῆς ἐν τοῖς τόποις ἀθεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν·
因此,这些人根据该地区的不可见性以及他们自身的无知,给尼罗河起了一个相称的名称。
ἡμῖν δʼ ἀληθέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος.
但在我们看来,最真实的说法是那些最远离虚饰(假装知晓)的说法。
§1.37.11οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸς τὴν ἕω τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸς ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτος ἀνατίθησι Λίβυσι τοῖς ὀνομαζομένοις Νασαμῶσι τὴν ἀκριβῆ θεωρίαν τοῦ ῥείθρου, καί φησιν ἔκ τινος λίμνης λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσθαι διὰ χώρας Αἰθιοπικῆς ἀμυθήτου· οὐ μὴν αὐτόθεν οὔτε τοῖς εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸς ἀλήθειαν εἰρήκασιν, οὔτε τῷ συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι.
我并非不知道,希罗多德在界定这条河东面和西面的利比亚时,将对河流的精确观察归功于被称为纳萨莫内斯的利比亚人,并称尼罗河起于某一个湖泊,流经极其广袤的埃塞俄比亚土地;然而,我们绝不能直接听信那些如此言说的利比亚人——即便他们说的确实是实话——也同样不能听信这位发表未经证实之言论的作者。