Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.36.1-1.36.12

尼罗河的鱼类、泛滥农业与水位测量

第 37 段,共 406 段 · 希腊语

内容简介

讨论尼罗河丰富的鱼类、便利埃及农业的独特涨水现象,以及在孟斐斯测量水量及其社会功用。

§1.36.1χωρὶς δὲ τῶν εἰρημένων θηρίων ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχθύων καὶ κατὰ τὸ πλῆθος ἄπιστα· τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆθος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον.
除了上述野兽之外,尼罗河拥有各种各样的鱼类,其数量令人难以置信;因为对于当地人来说,它不仅从最近捕获的鱼中提供丰盛的享受,而且还为腌制提供源源不断的多量。
§1.36.2καθόλου δὲ ταῖς εἰς ἀνθρώπους εὐεργεσίαις ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς.
总的来说,它对人类的恩惠超过了人居世界中的所有河流。
τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ θερινῶν τροπῶν ποιούμενος αὔξεται μὲν μέχρι τῆς ἰσημερίας τῆς μετοπωρινῆς, ἐπάγων δʼ ἀεὶ νέαν ἰλὺν βρέχει τὴν γῆν ὁμοίως τήν τε ἀργὴν καὶ σπόριμον καὶ φυτεύσιμον τοσοῦτον χρόνον ὅσον ἂν οἱ γεωργοῦντες τὴν χώραν ἐθελήσωσι.
因为,从夏至开始涨水,它一直增加到秋分,并且,它总是带来新鲜的泥沙,同样地滋润着未耕作的、可播种的和可种植的土地,其时间长短正如那些耕作该地区的人所希望的那样。
§1.36.3τοῦ γὰρ ὕδατος πραέως φερομένου ῥᾳδίως ἀποτρέπουσιν αὐτὸν μικροῖς χώμασι, καὶ πάλιν ἐπάγουσιν εὐχερῶς ταῦτα διαιροῦντες, §1.36.4ὅταν δόξῃ συμφέρειν.
因为由于水分流缓慢,他们很容易用小土堤来转移它,并且通过拆除这些土堤,又很容易地再次引入,当认为有利时。
καθόλου δὲ τοσαύτην τοῖς μὲν ἔργοις εὐκοπίαν παρέχεται, τοῖς δʼ ἀνθρώποις λυσιτέλειαν, ὥστε τοὺς μὲν πλείστους τῶν γεωργῶν τοῖς ἀναξηραινομένοις τῆς γῆς τόποις ἐφισταμένους καὶ τὸ σπέρμα βάλλοντας ἐπάγειν τὰ βοσκήματα, καὶ τούτοις συμπατήσαντας μετὰ τέτταρας ἢ πέντε μῆνας ἀπαντᾶν ἐπὶ τὸν θερισμόν, ἐνίους δὲ κούφοις ἀρότροις ἐπαγαγόντας βραχέως τὴν ἐπιφάνειαν τῆς βεβρεγμένης χώρας σωροὺς ἀναιρεῖσθαι τῶν καρπῶν χωρὶς δαπάνης πολλῆς καὶ κακοπαθείας.
总的来说,它为农作劳动提供了极大的便利,给人类带来了极大的益处,以至于大多数农夫站在土地干燥的地方,撒下种子,赶进牲畜,让他们踩实,四五个月后便能迎来收获;而有些人用轻型犁在浸湿的土地表面稍微耕作,无需太多费用和辛劳就能收获成堆的庄稼。
§1.36.5ὅλως γὰρ πᾶσα γεωργία παρὰ μὲν τοῖς ἄλλοις ἔθνεσι μετὰ μεγάλων ἀναλωμάτων καὶ ταλαιπωριῶν διοικεῖται, παρὰ δʼ Αἰγυπτίοις μόνοις ἐλαχίστοις δαπανήμασι καὶ πόνοις συγκομίζεται.
因为,在其他民族中,所有的农业生产都是伴随着巨大的开支和艰辛进行的,唯独在埃及人那里,可以用最少的花费和劳动获得收获。
ἥ τε ἀμπελόφυτος ὁμοίως ἀρδευομένη δαψίλειαν οἴνου τοῖς ἐγχωρίοις παρασκευάζει.
而葡萄园由于受到同样的灌溉,也为当地人提供了丰富的葡萄酒。
§1.36.6οἱ δὲ χερσεύειν ἐάσαντες τὴν χώραν τὴν ἐπικεκλυσμένην καὶ τοῖς ποιμνίοις ἀνέντες μηλόβοτον διὰ τὸ πλῆθος τῆς νομῆς δὶς τεκόντα καὶ δὶς ἀποκαρέντα τὰ πρόβατα καρποῦνται.
而有些人听任被淹没的土地荒芜,将其让给羊群作为牧场,由于牧草丰茂,羊群一年生育两次、剪毛两次,人们便从中获益。
§1.36.7τὸ δὲ γινόμενον περὶ τὴν ἀνάβασιν τοῦ Νείλου τοῖς μὲν ἰδοῦσι θαυμαστὸν φαίνεται, τοῖς δʼ ἀκούσασι παντελῶς ἄπιστον.
然而,关于尼罗河涨水所发生的事情,在目睹者看来是奇妙的,但对于听闻者来说,却完全不可置信。
τῶν γὰρ ἄλλων ποταμῶν ἁπάντων περὶ τὰς θερινὰς τροπὰς ἐλαττουμένων καὶ κατὰ τὸν ἑξῆς χρόνον τοῦ θέρους ἀεὶ μᾶλλον ταπεινουμένων, οὗτος μόνος τότε τὴν ἀρχὴν λαβὼν τῆς πληρώσεως ἐπὶ τοσοῦτον αὔξεται καθʼ ἡμέραν ὥστε τὸ τελευταῖον πᾶσαν σχεδὸν ἐπικλύζειν τὴν Αἴγυπτον.
因为,当所有其他河流在夏至前后水量减少,并在随后的夏季期间水位越来越低时,唯独这条河在此时开始涨水,每天都在增加,以至于最后几乎淹没了整个埃及。
§1.36.8ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθʼ ἡμέραν ἐκ τοῦ κατʼ ὀλίγον ταπεινοῦται, μέχρι ἂν εἰς τὴν προϋπάρξασαν ἀφίκηται τάξιν.
同样地,它又转向相反的方向,在相同的时间内每天逐渐降低水位,直到恢复到原先的状态。
καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς Κυκλάσι νήσοις.
由于该地区是平原,城市、村庄以及农舍都坐落在人工堆筑的土堤上,其景象便与基克拉泽斯群岛相似。
§1.36.9τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περιληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δʼ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς.
而陆地上的野兽,许多被河流包围,淹死其中,有些则逃往较高的地方而得以幸存;而牲畜在涨水期间则在村庄和农舍中饲养,人们预先为它们准备好了饲料。
§1.36.10οἱ δʼ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες.
而民众在整个涨水期间免除劳动,转入闲暇,不断地举行宴会,毫无阻碍地享受一切有助于享乐的事物。
§1.36.11διὰ δὲ τὴν ἀγωνίαν τὴν ἐκ τῆς ἀναβάσεως τοῦ ποταμοῦ γινομένην κατεσκεύασται Νειλοσκοπεῖον ὑπὸ τῶν βασιλέων ἐν τῇ Μέμφει· ἐν τούτῳ δὲ τὴν ἀνάβασιν ἀκριβῶς ἐκμετροῦντες οἱ τὴν τούτου διοίκησιν ἔχοντες ἐξαποστέλλουσιν εἰς τὰς πόλεις ἐπιστολάς, διασαφοῦντες πόσους πήχεις ἢ δακτύλους ἀναβέβηκεν ὁ ποταμὸς καὶ πότε τὴν ἀρχὴν πεποίηται τῆς ἐλαττώσεως.
由于对河流涨水产生的焦虑,国王们在孟斐斯建造了测量尼罗河水位的仪器;在此仪器中,负责管理的人精确地测量涨水量,向各城市发出信件,表明河水上涨了多少库比特或指宽,以及何时开始退水。
§1.36.12διὰ δὲ τοῦ τοιούτου τρόπου τῆς μὲν ἀγωνίας ἀπολύεται πᾶς ὁ λαός, πυθόμενος τὴν τῆς αὐξήσεως εἰς τοὐναντίον μεταβολήν, τὸ δὲ πλῆθος τῶν ἐσομένων καρπῶν εὐθὺς ἅπαντες προεπεγνώκασιν, ἐκ πολλῶν χρόνων τῆς παρατηρήσεως ταύτης παρὰ τοῖς Αἰγυπτίοις ἀκριβῶς ἀναγεγραμμένης.
通过这种方式,全体人民得知涨水向相反方向转变,从而消除了焦虑,并且所有人都能立即预知未来作物的收成,因为埃及人多年来一直精确地记录着这一观测结果。

词汇与语法注释

  1. §1.36.4ὥστε τοὺς μὲν πλείστους τῶν γεωργῶν ... ἐπάγειν ... ἀπαντᾶν ..., ἐνίους δὲ ... σωροὺς ἀναιρεῖσθαι — 在由“ὥστε”引导的结果从句中,包含两个对比性的带宾格主语的不定式结构:“τοὺς μὲν πλείστους τῶν γεωργῶν”(大多数农夫)作为“ἐπάγειν”和“ἀπαντᾶν”的主语,以及“ἐνίους δὲ”(有些人)作为“ἀναιρεῖσθαι”的主语。
  2. §1.36.6δὶς τεκόντα καὶ δὶς ἀποκαρέντα τὰ πρόβατα καρποῦνται — “τὰ πρόβατα”(羊)是动词“καρποῦνται”(获益)的直接宾语(宾格),两个不定过去时分词“τεκόντα”(生育)和“ἀποκαρέντα”(剪毛)与其性数格一致,用以表述获益的原因或状态。
  3. §1.36.12ἐκ πολλῶν χρόνων τῆς παρατηρήσεως ταύτης ... ἀναγεγραμμένης — “τῆς παρατηρήσεως ... ἀναγεγραμμένης”是一个属格绝对结构(独立属格),用以说明主句动作的原因。短语“ἐκ πολλῶν χρόνων”(历经多年)表示这一状态的持续。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.36.1-1.36.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.36.1-1.36.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。