Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.37.1-1.37.11

ナイル川の氾濫原因と水源をめぐる諸説の検討

38 / 406 箇所 · ギリシア語

要旨

ナイル川の増水原因や水源に関する探求の困難さを指摘し、ヘロドトスら過去の歴史家たちの言説や、エジプトの神官、周辺の部族による様々な説を批判的に検証する。

§1.37.1μεγάλης δʼ οὔσης ἀπορίας περὶ τῆς τοῦ ποταμοῦ πληρώσεως, ἐπικεχειρήκασι πολλοὶ τῶν τε φιλοσόφων καὶ τῶν ἱστορικῶν ἀποδιδόναι τὰς ταύτης αἰτίας, περὶ ὧν ἐν κεφαλαίοις ἐροῦμεν, ἵνα μήτε μακρὰς ποιώμεθα τὰς παρεκβάσεις μήτε ἄγραφον τὸ παρὰ πᾶσιν ἐπιζητούμενον ἀπολείπωμεν.
川の増水に関しては大きな疑問が存在するため、哲学者や歴史家の多くがその原因を説明しようと試みてきた。 これについて私たちは、逸脱が長くなりすぎないように、またすべての人に求められている探求を書き残さないままにしないために、要点を絞って述べることにする。
§1.37.2ὅλως γὰρ ὑπὲρ τῆς ἀναβάσεως τοῦ Νείλου καὶ τῶν πηγῶν, ἔτι δὲ τῆς εἰς θάλατταν ἐκβολῆς καὶ τῶν ἄλλων ὧν ἔχει διαφορῶν παρὰ τοὺς ἄλλους ποταμούς, μέγιστος ὢν τῶν κατὰ τὴν οἰκουμένην, τινὲς μὲν τῶν συγγραφέων ἁπλῶς οὐκ ἐτόλμησαν οὐδὲν εἰπεῖν, καίπερ εἰωθότες μηκύνειν ἐνίοτε περὶ χειμάρρου τοῦ τυχόντος, τινὲς δʼ ἐπιβαλόμενοι λέγειν περὶ τῶν ἐπιζητουμένων πολὺ τῆς ἀληθείας διήμαρτον.
というのも、総じて、ナイル川が居住世界で最大の川でありながら、その増水や水源、さらには海への注ぎ口や、他の川とは異なるその他の特異点については、執筆者たちのある者は、ありふれた急流についてさえ時に長々と述べる習慣があるにもかかわらず、単に何も語る勇気を持たなかった。 またある者は、求められている事柄について語ることを企てたものの、真実から大きく外れてしまったからである。
§1.37.3οἱ μὲν γὰρ περὶ τὸν Ἑλλάνικον καὶ Κάδμον, ἔτι δʼ Ἑκαταῖον, καὶ πάντες οἱ τοιοῦτοι, παλαιοὶ παντάπασιν ὄντες, εἰς τὰς μυθώδεις ἀποφάσεις ἀπέκλιναν·
ヘラニコスやカドモス、さらにはヘカタオスの仲間たち、およびそのようなすべての者たちは、完全に古代の人々であったため、神話的な言説へと傾いてしまった。
§1.37.4Ἡρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος, γεγονὼς καὶ πολλῆς ἱστορίας ἔμπειρος ἐπικεχείρηκε μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται·
好奇心旺盛で、誰よりも歴史の探求に熟達していたヘロドトスは、これらについて説明を試みたものの、矛盾する推測に従っていたことが判明している。
Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατʼ Αἴγυπτον·
また、歴史の真実性において称賛されているクセノポンとトゥキュディデスは、エジプトの地方についての記述を完全に避けた。
οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτʼ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον.
エポロスやテオポンポスの仲間たちは、誰よりもこのことに力を注いだものの、最も真実から遠ざかる結果となった。
καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα.
そして、彼ら全員が誤ったのは、怠慢によるのではなく、あの土地の持つ特殊な性質のためであった。
§1.37.5ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰθιοπίαν, ἀλλʼ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου προσανέβησαν·
というのも、古代からフィラデルフォスと称されたプトレマイオスに至るまで、ギリシア人の誰かがエチオピアに渡ることはおろか、エジプトの国境まで遡ることさえなかったからである。
οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα·
これらの地域に関するすべての状況は、それほどまでに不親切で、完全に危険であった。
τοῦ δὲ προειρημένου βασιλέως μεθʼ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσθη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον ἀπὸ τούτων τῶν χρόνων.
しかし、前述の王がギリシアの軍勢を率いて最初にエチオピアへ遠征したことで、この国に関する事柄は、この時代からより正確に知られるようになった。
§1.37.6τῆς μὲν οὖν τῶν προτέρων συγγραφέων ἀγνοίας τοιαύτας τὰς αἰτίας συνέβη γενέσθαι·
このようにして、初期の執筆者たちの無知の原因は、そのようなものであった。
τὰς δὲ πηγὰς τοῦ Νείλου, καὶ τὸν τόπον ἐξ οὗ λαμβάνει τὴν ἀρχὴν τοῦ ῥεύματος, ἑορακέναι μὲν μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων οὐδεὶς εἴρηκεν οὐδʼ ἀκοὴν ἀπεφήνατο παρὰ τῶν ἑορακέναι διαβεβαιουμένων.
しかし、ナイル川の水源と、その流れの始まりとなる場所について言えば、この歴史書が執筆される時まで、自分がそれらを見たと述べた者は誰もいなかったし、見たと主張する人々からの伝聞を報告した者もいなかった。
§1.37.7διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατʼ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον·
それゆえ、この事柄が推測やもっともらしい憶測に帰着せざるを得ないため、エジプトの神官たちは、川が居住世界の周囲を流れるオーケアノスからその形成を得ていると言うが、彼らは何の健全な根拠も語っておらず、疑問を別の疑問によって解決し、それ自体が多くの信頼を必要とするような議論を信用のために持ち出しているにすぎない。
§1.37.8τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου·
一方、トローグロデュテス人のうち、暑さのために上方の地方から移住し、ボルギオイと呼ばれている者たちは、それらの地域には、多くの水源が一つの場所に集まることによってナイル川の流れが形成されていると推論できるような、いくつかの兆候があると述べている。
διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων ποταμῶν.
それゆえにまた、この川が知られているすべての川の中で最も豊饒なものとなっているのである。
§1.37.9οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστʼ ἄν τις συγκατάθοιτο, τῆς μὲν κατὰ τὸ πιθανὸν εὑρησιλογίας πολὺ κεχωρισμένοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσι τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ.
また、メロエーと呼ばれる島の周辺に住む人々は、もっともらしい理屈をこねることから遠く離れ、探求されている場所に最も近く位置しているため、最も同意しやすい相手であるが、彼らもこれらについて正確に語るにはほど遠く、その川をアスタプースとさえ呼んでいる。 これは、ギリシア人の言語に翻訳すると「暗闇からの水」という意味である。
§1.37.10οὗτοι μὲν οὖν τῷ Νείλῳ τῆς ἐν τοῖς τόποις ἀθεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν·
このように、彼らはその地の見通しのきかなさと自らの無知にふさわしい名称をナイル川に与えたのである。
ἡμῖν δʼ ἀληθέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος.
しかし私たちにとっては、虚飾から最も遠い説明こそが最も真実であるように思われる。
§1.37.11οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸς τὴν ἕω τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸς ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτος ἀνατίθησι Λίβυσι τοῖς ὀνομαζομένοις Νασαμῶσι τὴν ἀκριβῆ θεωρίαν τοῦ ῥείθρου, καί φησιν ἔκ τινος λίμνης λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσθαι διὰ χώρας Αἰθιοπικῆς ἀμυθήτου·
私は、ヘロドトスがこの川の東側と西側のリビュアを区別しつつ、その流れの正確な観察をナサモネスと呼ばれるリビュア人たちに帰し、ナイル川はある湖から始まって、計り知れないほど広大なエチオピアの地を通って流れていると述べていることを知らないわけではない。
οὐ μὴν αὐτόθεν οὔτε τοῖς εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸς ἀλήθειαν εἰρήκασιν, οὔτε τῷ συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι.
しかし、そうだからといって、仮に彼らが真実を語っていたとしても、それを語ったリビュア人たちにも、実証のないことを語る著述家にも、そのまま従うべきではない。

語釈・文法注

  1. 1.37.2μέγιστος ὢν — 固有名詞 ὁ Νεῖλος(男性単数)に呼応する形で、先行する属格(τοῦ Νείλου)の格変化から外れ、主格(μέγιστος ὢν)で表されている。これは「ナイル川」という主要な語が意識の上で主格の扱いを受けた、意味に基づく破格(anakolouthon または constructio ad sensum)の一種である。
  2. 1.37.5οὐχ ὅπως ... ἀλλʼ οὐδὲ — 標準的な相関構文で、「〜しないばかりか、〜さえしなかった」を表す。「ギリシア人がエチオピアに渡らなかったばかりか、エジプトの国境まで遡ることさえなかった」と訳される。
  3. 1.37.11προσεκτέον — 動詞 προσέχω(注意を向ける)から派生した動形容詞の中性形で、非人称的に用いられて義務(「注意を向けねばならない、信じねばならない」)を表す。与格(τοῖς εἰποῦσι Λίβυσιν および τῷ συγγραφεῖ)を伴い、否定の οὔτε ... οὔτε によって「リビュア人たちにも、著者にも耳を貸すべきではない」となる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.37.1-1.37.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.37.1-1.37.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。