§1.35.1θηρία δʼ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον.
尼罗河哺育了许多其他在外形上极其奇特的野兽,但有两种尤为独特:鳄鱼和所谓的马(河马)。
§1.35.2τούτων δʼ ὁ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα.
在这些野兽中,鳄鱼从极小长到极大,因为这种动物产下的蛋与鹅蛋相似,而孵化出来的幼崽却能长到十六库比特。
§1.35.3καὶ μακρόβιον μέν ἐστιν ὡς κατʼ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει.
而且它的寿命与人类相比堪称长寿,并且没有舌头。
τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται· τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δʼ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέθει τῶν ἄλλων διαλλάττοντες.
它的身体被自然妙手惊人地武装起来;因为它的皮肤完全覆盖着鳞片,其坚硬程度非同寻常,两颌都长有许多牙齿,其中两颗是犬齿,其大小远远超过其他的牙齿。
§1.35.4σαρκοφαγεῖ δʼ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ.
它不仅吃人,还吃地上其他接近河流的动物。
καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δʼ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον.
它咬出的伤口大而致命,用爪子残忍地撕裂肉体,使被撕裂的肌肉完全难以治愈。
§1.35.5ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δʼ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν.
这些动物在古代被埃及人用挂着猪肉作饵的钩子捕猎,后来有时用像捕鱼一样的粗网,有时则用铁枪从船上连续击打其头部。
§1.35.6πλῆθος δʼ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων· τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δʼ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς, §1.35.7οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός.
它们在河流和邻近的湖泊中的数量是无数的,因为它们既多产又极少被人类捕杀;因为对大多数当地人来说,把鳄鱼当作神来崇拜是一种习俗,而对外邦人来说,捕猎它们完全无利可图,因为它的肉是不可食用的。
ἀλλʼ ὅμως τοῦ πλήθους τούτου φυομένου κατὰ τῶν ἀνθρώπων ἡ φύσις κατεσκεύασε μέγα βοήθημα· ὁ γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῷ κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβων, τίκτοντος τοῦ ζῴου παρὰ τὸν ποταμόν, καὶ τὸ θαυμασιώτατον, οὔτε κατεσθίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνθρώπων εὐεργεσίαν.
然而,面对这一威胁人类的繁衍庞大的群体,自然界提供了一个伟大的救星;因为所谓的獴,类似于一只小狗,四处巡视,将鳄鱼在河边产下的蛋悉数踩碎,而最令人惊叹的是,它既不吃这些蛋,也不从中获得任何好处,而是不断地执行着某种自然的、被赋予使命的行为,以造福人类。
§1.35.8ὁ δὲ καλούμενος ἵππος τῷ μεγέθει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε, τετράπους δʼ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δʼ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν θηρίων ἰσχυρότατον.
而所谓的马(河马)在体型上不少于五库比特,它是四足动物,像牛一样分蹄,它的犬齿比野猪的还要大,两颌各长有三颗,耳朵、尾巴和声音与马相似,但它身体的整个躯壳不亚于大象,并且其皮肤几乎是所有野兽中最坚韧的。
§1.35.9ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατʼ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετʼ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατʼ Αἴγυπτον.
因为它既是水栖又是陆栖动物,白天它在水中深处活动,夜晚则在陆地上吃谷物和草料,所以,如果这种动物多产并且每年都生育,它就会彻底摧毁整个埃及的农业。
§1.35.10ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις· ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπʼ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθʼ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῇ γενόμενον ἔξαιμον.
这种动物也是被许多人用铁枪击打而捕获的;因为无论它出现在哪里,人们都会集结船只围攻它,站在周围用带铁钩的凿子般的工具伤害它,然后将麻绳系在其中一根刺入的武器上放手,直到它失血过多而瘫痪。
§1.35.11τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δʼ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτʼ ἐγκοίλιον.
因此,它的肉坚硬且难以消化,内脏中没有任何可食用的部分,无论是脏腑还是肠胃。