Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.35.1-1.35.11

ナイル川のワニとカバの生態および捕猟

36 / 406 箇所 · ギリシア語

要旨

ナイル川に生息する代表的な野獣であるワニとカバの身体的特徴、生態、人間による捕猟方法、およびワニに対するマングースの役割を解説している。

§1.35.1θηρία δʼ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον.
ナイル川は、姿形において極めて風変わりな他の多くの野獣を育んでいるが、格別な二つのもの、すなわちワニといわゆる馬(カバ)を育んでいる。
§1.35.2τούτων δʼ ὁ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα.
これらのうち、一方のワニは極めて小さなものから極めて大きなものへと成長する。 というのも、この動物はガチョウの卵に類似した卵を産む一方で、生まれたものは十六ペーキュスに達するまで成長するからである。
§1.35.3καὶ μακρόβιον μέν ἐστιν ὡς κατʼ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει.
そして人間の寿命に比して長寿であり、舌を持たない。
τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται·
その身体は自然によって驚くべき仕方で堅固にされている。
τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δʼ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέθει τῶν ἄλλων διαλλάττοντες.
というのも、その皮膚はすべて鱗に覆われており、その硬さにおいて格別であり、歯は上下の両顎に多く存在し、二本の牙は他の歯に比べてその大きさにおいて大いに異なっているからである。
§1.35.4σαρκοφαγεῖ δʼ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ.
そして人間だけでなく、地上にいる他の動物のうちで川に近づくものを貪り食う。
καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δʼ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον.
そして、噛み傷は大きく深刻なものにし、爪で恐ろしく引き裂き、裂かれた肉は完全に治癒しがたいものにしてしまう。
§1.35.5ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δʼ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν.
そして、これらの動物は古くはエジプト人たちによって、豚の肉を餌として付けた釣り針によって捕らえられていたが、後には、ある時は魚のように太い網によって、またある時は舟から鉄の銛で、頭部を絶えず打たれることによって捕らえられた。
§1.35.6πλῆθος δʼ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων·
そして、それらの数は川および隣接する湖において無数である。 というのは、それらは多産であり、かつ人間によって殺されることが滅多にないからである。
τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δʼ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς, §1.35.7οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός.
すなわち、先住民の大部分にとってワニを神として崇めることが慣習となっており、他方、他国人にとってはその狩猟は全く無益だからである、その肉が食用にならないために。
ἀλλʼ ὅμως τοῦ πλήθους τούτου φυομένου κατὰ τῶν ἀνθρώπων ἡ φύσις κατεσκεύασε μέγα βοήθημα·
しかしながら、この大群が人間に対して生じている(脅威となっている)のに対し、自然は大きな救済手段を用意した。
ὁ γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῷ κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβων, τίκτοντος τοῦ ζῴου παρὰ τὸν ποταμόν, καὶ τὸ θαυμασιώτατον, οὔτε κατεσθίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνθρώπων εὐεργεσίαν.
というのも、小さめの犬に類似している、いわゆるイクネウモンが歩き回り、あの動物が川辺で卵を産むそばから、ワニの卵を砕いて回るからである。 そして、最も驚くべきことには、それを食べることもなく、何の益も得ることなしに、彼(イクネウモン)は、人間への恩恵のために、ある種の内在的で強制された働きを絶えず実行しているのである。
§1.35.8ὁ δὲ καλούμενος ἵππος τῷ μεγέθει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε, τετράπους δʼ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δʼ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν θηρίων ἰσχυρότατον.
一方、いわゆる馬(カバ)は、大きさにおいては五ペーキュスを下回らず、四足獣であって牛と同じように蹄が二つに割れており、野生のイノシシよりも大きな牙を、上下の両顎にそれぞれ三本ずつ持っており、耳と尾と声は馬に極めて類似しており、身体の全体の容積はゾウに似ておらずはなく、皮膚はほぼすべての野獣のうちで最も頑丈である。
§1.35.9ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατʼ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετʼ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατʼ Αἴγυπτον.
というのも、この動物は川(水生)のものであり、かつ陸上のものでもあって、昼間は水の中で深部を動き回って過ごし、夜間は陸上で穀物や草を貪り食うため、もしこの動物が多産であり、かつ毎年子供を産むのであるならば、エジプト中の農耕を完全に破滅させてしまうであろうからである。
§1.35.10ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις·
そしてこれもまた、鉄の銛で打つ人々の多人数による共同作業によって捕らえられる。
ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπʼ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθʼ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῇ γενόμενον ἔξαιμον.
というのも、それが現れるところならどこでも、彼らはそれに対して船を集め、取り囲んで、鉄の鉤がついたある種のノミのようなもので深く傷を負わせ、次いで、突き刺さったものの一つに麻製の綱を結びつけて放ち、血を失って動けなくなるまで待つからである。
§1.35.11τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δʼ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτʼ ἐγκοίλιον.
したがって、肉は硬く消化しがたく、内臓のいかなるものも食用にはならない。

語釈・文法注

  1. 1.35.2ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος — 小辞の組み合わせ ὡς ἄν に、属格独立分詞(genitive absolute)である τίκτοντος および後続の αὐξομένου が連用され、理由や根拠(「〜だからである」「〜というのも〜」)を提示している。
  2. 1.35.3ὡς κατʼ ἄνθρωπον — 前置詞 κατά が比較の基準を表しており、「人間に比して」「人間の尺度からすれば」の意味となる。
  3. 1.35.7οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός — 否定の οὐκ を伴う属格独立分詞構文であり、前節の ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς(狩猟は完全に無益である)の理由を説明している。
  4. 1.35.7τὸ θαυμασιώτατον — 文構造から文法的に独立した同格の対格(accusative in apposition to the sentence)であり、文全体を修飾して「最も驚くべきことに」という挿入的意味を表す。
  5. 1.35.9εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατʼ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετʼ ἂν — 直説法未完了過去(ἦν, ἔτικτεν, ἐλυμαίνετο)に小辞 ἄν を伴う反実仮想条件文(現在あるいは継続する事態に反する想定)。「もしこの動物が多産であり……なら、破滅させているであろうに(実際はそうではない)」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.35.1-1.35.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.35.1-1.35.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。