§1.30.1ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῇ καὶ κάλλει χώρας οὐκ ὀλίγῳ δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων.
埃及大致坐落于南方,其天然的险要与土地之美,在被划归为王权领土的各地区中,显然处于极不寻常的卓越地位。
§1.30.2ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἡ ἔρημος καὶ θηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον, ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον· ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις·
因为在西面,利比亚荒凉且野兽横行的沙漠构成了它的屏障,这片沙漠绵延甚广,且由于缺水和极度匮乏各类食物,使得穿行其间不仅艰难万分,而且完全充满危险;而在朝向南方的部分,则由尼罗河的急流以及与之相接的山脉(构成屏障)。
§1.30.3ἀπὸ γὰρ τῆς Τρωγλοδυτικῆς καὶ τῶν ἐσχάτων τῆς Αἰθιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥᾴδιον οὔτε πεζῇ πορευθῆναι μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας.
因为从穴居人之地和埃塞俄比亚的极边之地起,在五千五百斯塔德的范围之内,若非获得皇家或极其庞大的某种物资补给,既不易沿河航行,也难以徒步旅行。
§1.30.4τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δʼ ἔρημος περιέχει καὶ πεδία τελματώδη τὰ προσαγορευόμενα Βάραθρα.
至于偏向东方的部分,有的地方由河流构成屏障,有的地方则被沙漠和被称为“深渊”的沼泽平原所环绕。
ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῷ μὲν πλάτει στενὴ παντελῶς, τῷ δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύεται μὲν Σερβωνίς, τοῖς δʼ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους.
因为在柯里叙利亚和埃及之间有一个湖,其宽度虽然极窄,深度却令人惊叹,长度延伸达两百斯塔德,被称为塞尔博尼斯,它给那些不熟悉此处的接近者带来了意想不到的危险。
§1.30.5στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίᾳ παραπλησίου, θινῶν τε μεγάλων πάντῃ περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου.
因为其水道狭窄且形似飘带,四周又环绕着巨大的沙丘,每当连续的南风刮起时,便会扬起大量的沙土。
§1.30.6αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῇ χέρσῳ καὶ κατὰ πᾶν ἀδιάγνωστον.
这些沙土使湖面的水迹不显,使湖的轮廓与陆地连成一体,在任何方面都无法辨识。
διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρατευμάτων ὅλων ἠφανίσθησαν τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες.
因此,许多不了解该地特性的行路者在失去了下方的道路后,连同整个军队一起消失了。
§1.30.7ἡ μὲν γὰρ ἅμμος ἐκ τοῦ κατʼ ὀλίγον πατουμένη τὴν ἔνδοσιν λαμβάνει, καὶ τοὺς ἐπιβάλλοντας ὥσπερ προνοίᾳ τινὶ πονηρᾷ παρακρούεται, μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας.
因为沙土在被渐渐踩踏时会陷下去,并且像带有某种恶意预谋般欺骗那些踏上它的人,直到他们察觉到将要发生的事情并试图自救时,却已不再有任何逃生或得救的可能。
§1.30.8ὁ γὰρ ὑπὸ τοῦ τέλματος καταπινόμενος οὔτε νήχεσθαι δύναται, παραιρουμένης τῆς ἰλύος τὴν τοῦ σώματος κίνησιν, οὔτʼ ἐκβῆναι κατισχύει, μηδὲν ἔχων στερέμνιον εἰς ἐπίβασιν· μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν.
因为被沼泽吞噬的人既无法游泳(因为泥浆夺去了身体活动的可能),也无力爬出(因为没有任何坚固之物可供落脚);由于沙土与液体混合,导致两者的性质都发生了改变,结果该地既无法步行,也无法通航。
§1.30.9διόπερ οἱ τοῖς μέρεσι τούτοις ἐπιβάλλοντες φερόμενοι πρὸς τὸν βυθὸν οὐδεμίαν ἀντίληψιν βοηθείας ἔχουσι, συγκατολισθανούσης τῆς ἅμμου τῆς παρὰ τὰ χείλη.
因此,踏入这些地区的人被冲向深处,得不到任何救援的凭依,因为边缘的沙土会随之一起坍塌。
τὰ μὲν οὖν προειρημένα πεδία τοιαύτην ἔχοντα τὴν φύσιν οἰκείας ἔτυχε προσηγορίας, ὀνομασθέντα Βάραθρα.
所以,上述平原因具有如此性质,得到了相称的名称,被命名为“深渊”。