Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.29.1-1.29.6

雅典受埃及影响说的批判与神话结语

第 30 段,共 406 段 · 希腊语

内容简介

雅典的埃雷赫修斯传说及埃勒夫西斯秘仪的起源被用作埃及殖民的证据。然而,作者批评这些主张缺乏确凿证据且夸大其词,并宣告结束神话部分的记述,开始转入对埃及地理和尼罗河的探讨。

§1.29.1ὁμοίως δὲ τούτῳ καὶ τὸν Ἐρεχθέα λέγουσι τὸ γένος Αἰγύπτιον ὄντα βασιλεῦσαι τῶν Ἀθηνῶν, τοιαύτας τινὰς φέροντες ἀποδείξεις· γενομένων γὰρ ὁμολογουμένως αὐχμῶν μεγάλων κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην πλὴν Αἰγύπτου διὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ φθορᾶς ἐπιγενομένης τῶν τε καρπῶν καὶ πλήθους ἀνθρώπων, ἐξ Αἰγύπτου τὸν Ἐρεχθέα κομίσαι διὰ τὴν συγγένειαν σίτου πλῆθος εἰς τὰς Ἀθήνας· ἀνθʼ ὧν τοὺς εὖ παθόντας βασιλέα καταστῆσαι τὸν εὐεργέτην.
与此相同,他们说埃雷赫修斯虽然出身于埃及,却成为了雅典的国王,并提出了如下一些证据:因为据公认,由于埃及土地的特殊性质,除埃及以外的几乎整个有人居住的世界都发生了大旱灾,随后作物和大量人口遭到毁灭,而埃雷赫修斯因其亲缘关系,从埃及运送了大量谷物到雅典;作为回报,受益的人们将他们的恩人立为国王。
§1.29.2τοῦτον δὲ παραλαβόντα τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου.
他在接管统治权后,在埃勒夫西斯确立了得墨忒耳的祭仪,并创立了秘仪,这些有关的惯俗是从埃及传入的。
καὶ τῆς θεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς χρόνους παραδεδόσθαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισθέντων εἰς τὰς Ἀθήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος.
而且据传说,这位女神在这些时期来到阿提卡也是合乎情理的,因为以她命名的作物当时被运到了雅典,且由于这个原因,人们认为种子的发现再次从头开始,因为得墨忒耳赐予了它。
§1.29.3ὁμολογεῖν δὲ καὶ τοὺς Ἀθηναίους ὅτι βασιλεύοντος Ἐρεχθέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων ἡ τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ ἡ δωρεὰ τοῦ σίτου.
雅典人自己也承认,在埃雷赫修斯执政、作物因干旱而预先消失的时候,得墨忒耳来到了他们身边,并赐予了谷物。
πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια ταύτης τῆς θεοῦ τότε κατεδείχθησαν ἐν Ἐλευσῖνι.
此外,这位女神的祭仪和秘仪当时在埃勒夫西斯确立了起来。
§1.29.4τά τε περὶ τὰς θυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀθηναίους καὶ τοὺς Αἰγυπτίους· τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων μετενηνέχθαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων.
此外,关于祭祀和古代制度,雅典人和埃及人也是类似的:因为欧帕尔皮达(祭司家族)源于埃及的祭司,而凯鲁克斯(传令官家族)源于神殿侍从。
τήν τε Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤθεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις.
并且在希腊人中,唯独他们以伊西斯的名义起誓,且在外貌和习惯上与埃及人极为相似。
§1.29.5πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ ἀληθινώτερον, ὥς γʼ ἐμοὶ φαίνεται, τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως.
他们还说了许多其他类似的事情,在我看来,与其说是出于真实,不如说是出于虚荣,因为城邦的名声,他们争论着这个殖民关系。
καθόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγόνους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευσάντων παρʼ αὐτοῖς καὶ διὰ τὴν ὑπερβολὴν τῆς πολυανθρωπίας·
总的来说,埃及人说,他们的祖先将极多的殖民者送往有人居住世界的许多地方,这既是因为在他们那里统治的君主们的卓越,也是因为人口的极度过剩。
§1.29.6ὑπὲρ ὧν μήτε ἀποδείξεως φερομένης μηδεμιᾶς ἀκριβοῦς μήτε συγγραφέως ἀξιοπίστου μαρτυροῦντος, οὐκ ἐκρίναμεν ὑπάρχειν τὰ λεγόμενα γραφῆς ἄξια.
鉴于关于这些事情既没有提出任何确凿的证据,也没有值得信赖的历史学家作证,我们认为所说的话不值得记录。
καὶ περὶ μὲν τῶν θεολογουμένων παρʼ Αἰγυπτίοις τοσαῦθʼ ἡμῖν εἰρήσθω, στοχαζομένοις τῆς συμμετρίας· περὶ δὲ τῆς χώρας καὶ τοῦ Νείλου καὶ τῶν ἄλλων τῶν ἀκοῆς ἀξίων ἐν κεφαλαίοις ἕκαστα διεξιέναι πειρασόμεθα.
至于埃及人中关于神学的传说,考虑到篇幅的均衡,我们暂且说这么多;而关于这片土地、尼罗河以及其他值得一听的事物,我们将努力在要点中逐一详细阐述。

词汇与语法注释

  1. 1.29.1ἀνθʼ ὧν τοὺς εὖ παθόντας βασιλέα καταστῆσαι τὸν εὐεργέτην — 说明不定式句中的主宾补结构。由指代前述事件(运送谷物)的 `ἀνθʼ ὧν`(作为其回报)引导,不定式 `καταστῆσαι` 的逻辑主语是 `τοὺς εὖ παθόντας`(受惠者们),直接宾语是 `τὸν εὐεργέτην`(施惠者),而 `βασιλέα` 作宾语补足语。
  2. 1.29.2ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισθέντων — 连词 `ὡς`(此处意为“既然认为”或“仿佛是”)与不变化词 `ἄν` 连用,并结合独立属格 `τῶν ... καρπῶν ... κομισθέντων`。这是一种用以表示主观或假设性理由的罕见句法。
  3. 1.29.4τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων μετενηνέχθαι — 动词 `μεταφέρω`(转移、搬迁)的完成时被动不定式 `μετενηνέχθαι`,其逻辑主语为对格的 `τοὺς Εὐμολπίδας`(欧帕尔皮达)。此处表示其祭司制度或职掌是源于埃及祭司而“移入”或“引入”的。
  4. 1.29.6τοσαῦθʼ ἡμῖν εἰρήσθω — 使用动词 `λέγω` 的第三人称单数完成时被动命令式 `εἰρήσθω` 的程式化结语。字面意思是“让这些话由我们说完了吧”,用以表示“关于此事就谈到这里”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.29.1-1.29.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.29.1-1.29.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。