Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.30.1-1.30.9

エジプトを囲む自然の要害と地勢

31 / 406 箇所 · ギリシア語

要旨

エジプトを囲む自然の要害について、西のリビア砂漠、南のナイル川の急流、そして東の危険な湿地帯であるセルボニス湖(バラトラ)の物理的特性を解説する。

§1.30.1ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῇ καὶ κάλλει χώρας οὐκ ὀλίγῳ δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων.
エジプトはほぼ南方に位置しており、自然の堅固さと土地の美しさにおいて、王国の領土として定められた他のいかなる場所よりも少なからず卓越していると思われる。
§1.30.2ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἡ ἔρημος καὶ θηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον, ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον·
というのも、西からはリビアの砂漠で野獣の生息する地域がそれを防壁として固めており、これは広大に広がっているが、水不足とあらゆる食料の欠乏のために、そこを通過することは困難であるだけでなく、完全に危険を伴うからである。
ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις·
また、南の地域からは、ナイル川の急流と、これらに隣接する山々が(防壁となっている)。
§1.30.3ἀπὸ γὰρ τῆς Τρωγλοδυτικῆς καὶ τῶν ἐσχάτων τῆς Αἰθιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥᾴδιον οὔτε πεζῇ πορευθῆναι μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας.
なぜなら、トログロデュティケおよびエチオピアの最果ての地域から(エジプトの境界までの)五千五百スタディオンの間は、王室の、あるいは完全に莫大な何らかの補給の支援を得ない限り、川を航行することも、陸路を行くことも容易ではないからである。
§1.30.4τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δʼ ἔρημος περιέχει καὶ πεδία τελματώδη τὰ προσαγορευόμενα Βάραθρα.
東に向かう地域については、ある部分は川が防壁となっており、他の部分は砂漠と、「バラトラ」と呼ばれる湿地帯の平野が囲んでいる。
ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῷ μὲν πλάτει στενὴ παντελῶς, τῷ δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύεται μὲν Σερβωνίς, τοῖς δʼ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους.
というのも、コイレ・シリアとエジプトの中間に、幅は完全に狭いが、深さは驚くべきもので、長さは二百スタディオンにわたって延びている湖があり、これはセルボニスと呼ばれ、近づく不慣れな者たちに予期せぬ危険をもたらすからである。
§1.30.5στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίᾳ παραπλησίου, θινῶν τε μεγάλων πάντῃ περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου.
なぜなら、その水路は狭くて帯のようであり、巨大な砂丘が四方に広がっているため、南風が吹き続けると、大量の砂が吹き付けられるからである。
§1.30.6αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῇ χέρσῳ καὶ κατὰ πᾶν ἀδιάγνωστον.
そしてこの砂は、表面の水を見えなくし、湖の外観を陸地と一体化させて完全に識別不可能にする。
διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρατευμάτων ὅλων ἠφανίσθησαν τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες.
そのため、その土地の特性を知らない多くの人々が、その下にある道を見失い、軍隊丸ごと姿を消してしまった。
§1.30.7ἡ μὲν γὰρ ἅμμος ἐκ τοῦ κατʼ ὀλίγον πατουμένη τὴν ἔνδοσιν λαμβάνει, καὶ τοὺς ἐπιβάλλοντας ὥσπερ προνοίᾳ τινὶ πονηρᾷ παρακρούεται, μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας.
なぜなら、砂は徐々に踏みつけられると沈み込み、その上に足を踏み入れる者たちを、まるで何らかの悪意ある企みによるかのように欺き、ついには何が起ころうとしているかを察知して自らを救おうとするものの、もはや逃げ道も救いもない状態に至るからである。
§1.30.8ὁ γὰρ ὑπὸ τοῦ τέλματος καταπινόμενος οὔτε νήχεσθαι δύναται, παραιρουμένης τῆς ἰλύος τὴν τοῦ σώματος κίνησιν, οὔτʼ ἐκβῆναι κατισχύει, μηδὲν ἔχων στερέμνιον εἰς ἐπίβασιν·
なぜなら、湿地に飲み込まれた者は、泥が身体の動きを奪うために泳ぐこともできず、足場となる固いものが何もないために這い上がることもできないからである。
μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν.
砂が水分と混ざり合い、そのために双方の性質が変化してしまっているため、その場所は歩くこともできず、舟で行くこともできない場所となっているのである。
§1.30.9διόπερ οἱ τοῖς μέρεσι τούτοις ἐπιβάλλοντες φερόμενοι πρὸς τὸν βυθὸν οὐδεμίαν ἀντίληψιν βοηθείας ἔχουσι, συγκατολισθανούσης τῆς ἅμμου τῆς παρὰ τὰ χείλη.
それゆえ、これらの場所に足を踏み入れる者は、底へと引きずり込まれ、縁の砂が一緒に崩れ落ちるために、いかなる救助の拠り所も得られない。
τὰ μὲν οὖν προειρημένα πεδία τοιαύτην ἔχοντα τὴν φύσιν οἰκείας ἔτυχε προσηγορίας, ὀνομασθέντα Βάραθρα.
このように、前述の平野はそのような性質を持っているため、ふさわしい名称を得て「バラトラ」と名付けられたのである。

語釈・文法注

  1. 1.30.2ἐκ δὲ τῶν πρὸς νότον μερῶν — 前の節の動詞 ὠχύρωκεν(固めた、防壁とした)を補って解釈する。主語は後続する οἵ τε καταράκται... καὶ τὰ ὄρη(急流と山々)であるため、複数形 ὠχυρώκασι が文脈上補われることになる。
  2. 1.30.3μὴ τυχόντα — 条件を表す分詞(μηδένα τυχόντα などの不定代名詞の省略)であり、不定詞 πλεῦσαι および πορευθῆναι の意味上の主語(対格)に一致している。条件文「もし得ないならば」として解釈される。
  3. 1.30.7μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας — μέχρι ἂν ὅτου + 接続法(〜する時に至るまで)の節のなかに、独立属格 οὐκ οὔσης ἔτι φυγῆς... が挿入されている。彼らが気づいて身を守ろうとした段階では、すでに手遅れ(逃げ道がない)であることを示す時間的・論理的関係を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.30.1-1.30.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.30.1-1.30.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。