§1.3.1διὸ καὶ θεωροῦντες ἡμεῖς δικαίας ἀποδοχῆς τυγχάνοντας τοὺς ταύτην πραγματευσαμένους προήχθημεν ἐπὶ τὸν ὅμοιον τῆς ὑποθέσεως ζῆλον.
因此,我们看到那些致力于撰写历史的人获得了公正的认可,我们也受到激发,对这一主题产生了同样的热忱。
ἐπιστήσαντες δὲ τὸν νοῦν τοῖς πρὸ ἡμῶν συγγραφεῦσιν ἀπεδεξάμεθα μὲν ὡς ἔνι μάλιστα τὴν προαίρεσιν αὐτῶν, οὐ μὴν ἐξειργάσθαι πρὸς τὸ συμφέρον καὶ τὸ δυνατὸν τὰς πραγματείας αὐτῶν ὑπελάβομεν.
在关注我们之前的历史学家时,我们尽最大可能赞同他们的志向,然而,我们认为他们的著作并没有在有用性和可行性上达到完美的境地。
§1.3.2κειμένης γὰρ τοῖς ἀναγινώσκουσι τῆς ὠφελείας ἐν τῷ πλείστας καὶ ποικιλωτάτας περιστάσεις λαμβάνειν, οἱ πλεῖστοι μὲν ἑνὸς ἔθνους ἢ μιᾶς πόλεως αὐτοτελεῖς πολέμους ἀνέγραψαν, ὀλίγοι δʼ ἀπὸ τῶν ἀρχαίων χρόνων ἀρξάμενοι τὰς κοινὰς πράξεις ἐπεχείρησαν ἀναγράφειν μέχρι τῶν καθʼ αὑτοὺς καιρῶν, καὶ τούτων οἱ μὲν τοὺς οἰκείους χρόνους ἑκάστοις οὐ παρέζευξαν, οἱ δὲ τὰς τῶν βαρβάρων πράξεις ὑπερέβησαν, ἔτι δʼ οἱ μὲν τὰς παλαιὰς μυθολογίας διὰ τὴν δυσχέρειαν τῆς πραγματείας ἀπεδοκίμασαν, οἱ δὲ τὴν ὑπόστασιν τῆς ἐπιβολῆς οὐ συνετέλεσαν, §1.3.3μεσολαβηθέντες τὸν βίον ὑπὸ τῆς πεπρωμένης.
因为对于读者而言,其益处在于了解最多且最多样的世事变迁,而大多数历史学家只记录了单一民族或单一城市的独立战争,只有少数人尝试从古代开始记录共同的功绩,一直到他们自己的时代;在这些人中,有的没有在每个事件旁附上相应的年代,有的略过了野蛮人的功绩,此外,有的因为撰写的困难而抛弃了古代的神话,有的则没有完成他们所企图的事业,因为他们的生命被命运中途阻断。
τῶν δὲ τὴν ἐπιβολὴν ταύτης τῆς πραγματείας πεποιημένων οὐδεὶς προεβίβασε τὴν ἱστορίαν κατωτέρω τῶν Μακεδονικῶν καιρῶν· οἱ μὲν γὰρ εἰς τὰς Φιλίππου πράξεις, οἱ δʼ εἰς τὰς Ἀλεξάνδρου, τινὲς δʼ εἰς τοὺς διαδόχους ἢ τοὺς ἐπιγόνους κατέστρεψαν τὰς συντάξεις· πολλῶν δὲ καὶ μεγάλων τῶν μετὰ ταῦτα πράξεων ἀπολελειμμένων μέχρι τοῦ καθʼ ἡμᾶς βίου τῶν ἱστοριογράφων οὐδεὶς ἐπεβάλετο αὐτὰς μιᾶς συντάξεως περιγραφῇ πραγματεύσασθαι διὰ τὸ μέγεθος τῆς ὑποθέσεως.
在那些企图撰写这一历史著作的人中,没有人将历史推进到马其顿时代之后;因为有的人在菲利普的事迹处结束了他们的撰写,有的人在亚历山大的事迹处结束,还有的人在继承者或他们的子孙处结束;尽管在这之后直到我们生活时代为止,还有许多伟大的功绩被遗留下来,但由于主题的宏大,没有一个历史学家企图在单一著作的框架内来撰写它们。
§1.3.4διὸ καὶ ἐρριμμένων τῶν τε χρόνων καὶ τῶν πράξεων ἐν πλείοσι πραγματείαις καὶ διαφόροις συγγραφεῦσι δυσπερίληπτος ἡ τούτων ἀνάληψις γίνεται καὶ δυσμνημόνευτος.
因此,由于年代和功绩都散落在许多著作和不同的作者之中,要掌握这些内容就变得难以全面理解且难以记忆。
§1.3.5ἐξετάσαντες οὖν τὰς ἑκάστου τούτων διαθέσεις ἐκρίναμεν ὑπόθεσιν ἱστορικὴν πραγματεύσασθαι τὴν πλεῖστα μὲν ὠφελῆσαι δυναμένην, ἐλάχιστα δὲ τοὺς ἀναγινώσκοντας ἐνοχλήσουσαν.
所以,在考察了他们每个人的结构编排之后,我们决定撰写一个能够带来最大益处、同时给读者带来最少负担的历史主题。
§1.3.6εἰ γάρ τις τὰς εἰς μνήμην παραδεδομένας τοῦ σύμπαντος κόσμου πράξεις, ὥσπερ τινὸς μιᾶς πόλεως, ἀρξάμενος ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀναγράψαι κατὰ τὸ δυνατὸν μέχρι τῶν καθʼ αὑτὸν καιρῶν, πόνον μὲν ἂν πολὺν ὑπομείναι δῆλον ὅτι, πραγματείαν δὲ πασῶν εὐχρηστοτάτην συντάξαιτο τοῖς φιλαναγνωστοῦσιν.
因为如果有人从最古老的时代开始,尽可能地将传世的整个世界的功绩记录到他自己的时代,就好像记录某一个单一城市的事情一样,他显然会承受巨大的劳苦,但他将为热爱阅读的人撰写出所有著作中最有益的一部。
§1.3.7ἐξέσται γὰρ ἐκ ταύτης ἕκαστον πρὸς τὴν ἰδίαν ὑπόστασιν ἑτοίμως λαμβάνειν τὸ χρήσιμον, ὥσπερ ἐκ μεγάλης ἀρυόμενον πηγῆς.
因为从这部著作中,每个人都可以根据自己的需要,随时汲取有用的内容,如同从巨大的泉源中汲水一样。
§1.3.8τοῖς μὲν γὰρ ἐπιβαλλομένοις διεξιέναι τὰς τῶν τοσούτων συγγραφέων ἱστορίας πρῶτον μὲν οὐ ῥᾴδιον εὐπορῆσαι τῶν εἰς τὴν χρείαν πιπτουσῶν βίβλων, ἔπειτα διὰ τὴν ἀνωμαλίαν καὶ τὸ πλῆθος τῶν συνταγμάτων δυσκατάληπτος γίνεται τελέως καὶ δυσέφικτος ἡ τῶν πεπραγμένων ἀνάληψις· ἡ δʼ ἐν μιᾶς συντάξεως περιγραφῇ πραγματεία τὸ τῶν πράξεων εἰρόμενον ἔχουσα τὴν μὲν ἀνάγνωσιν ἑτοίμην παρέχεται, τὴν δʼ ἀνάληψιν ἔχει παντελῶς εὐπαρακολούθητον.
因为对于那些企图读完这么多作者的历史的人来说,首先,要获取他们所需要的书籍并不容易,其次,由于著作的参差不齐和数量众多,要掌握所发生的事情变得完全难以捉摸且难以企及;而在单一著作框架内的撰写,由于具有事迹的连贯性,提供了便于阅读的便利,并使掌握内容变得完全易于跟进。
καθόλου δὲ τῶν ἄλλων τοσοῦτον ὑπερέχειν ταύτην ἡγητέον ὅσῳ χρησιμώτερόν ἐστι τὸ πᾶν τοῦ μέρους καὶ τὸ συνεχὲς τοῦ διερρηγμένου, πρὸς δὲ τούτοις τὸ διηκριβωμένον τοῖς χρόνοις τοῦ μηδὲ γινωσκομένου τίσιν ἐπράχθη καιροῖς.
总体而言,我们必须认为这部著作优于其他著作,正如整体比部分更有用,连贯的比断裂更有用一样,此外,年代精确确定的著作,也同样优于那些甚至不知道事情是在什么时代发生的著作。