Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.4.1-1.4.7

作者的考察与全书四十卷的结构规划

第 5 段,共 406 段 · 希腊语

内容简介

作者说明了自己三十年来的筹备过程(包括实地考察和利用罗马档案),并概述了这部共四十卷的历史巨著的整体结构。

§1.4.1διόπερ ἡμεῖς ὁρῶντες ταύτην τὴν ὑπόθεσιν χρησιμωτάτην μὲν οὖσαν, πολλοῦ δὲ πόνου καὶ χρόνου προσδεομένην, τριάκοντα μὲν ἔτη περὶ αὐτὴν ἐπραγματεύθημεν, μετὰ δὲ πολλῆς κακοπαθείας καὶ κινδύνων ἐπήλθομεν πολλὴν τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, ἵνα τῶν ἀναγκαιοτάτων καὶ πλείστων μερῶν αὐτόπται γενηθῶμεν· πολλὰ γὰρ παρὰ τὰς ἀγνοίας τῶν τόπων διήμαρτον οὐχ οἱ τυχόντες τῶν συγγραφέων, ἀλλά τινες καὶ τῶν τῇ δόξῃ πεπρωτευκότων.
因此,我们看到这一历史计划虽最为有益,但也需要耗费极大的劳苦和时间,于是我们花了三十年时间致力于此,并且历经了许多艰辛和危险,游历了亚洲和欧洲的大部分地区,以便我们能够亲眼目睹那些最不可或缺且最广阔的地域;因为由于对地理位置的无知,不仅普通的著作者,甚至一些声名显赫的第一流人物,也犯下了许多错误。
§1.4.2ἀφορμῇ δὲ πρὸς τὴν ἐπιβολὴν ταύτην ἐχρησάμεθα μάλιστα μὲν τῇ πρὸς τὴν πραγματείαν ἐπιθυμίᾳ, διʼ ἣν πᾶσιν ἀνθρώποις τὸ δοκοῦν ἄπορον εἶναι τυγχάνει συντελείας, ἔπειτα καὶ τῇ ἐν Ῥώμῃ χορηγίᾳ τῶν πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν ἀνηκόντων.
而作为这一企图的凭借,我们首先利用了对这部著作的热望,凭借这种热望,在所有人看来似乎不可能实现的事情,往往能够最终完成;其次,我们也利用了在罗马所提供的、与既定主题相关的事物的丰富供给。
§1.4.3ἡ γὰρ ταύτης τῆς πόλεως ὑπεροχή, διατείνουσα τῇ δυνάμει πρὸς τὰ πέρατα τῆς οἰκουμένης, ἑτοιμοτάτας καὶ πλείστας ἡμῖν ἀφορμὰς παρέσχετο παρεπιδημήσασιν ἐν αὐτῇ πλείω χρόνον.
因为这座城市的卓越地位,其力量延伸至有人居住的世界的尽头,这为我们在其中居住较长时间的我们提供了最便利、最丰富的凭藉。
§1.4.4ἡμεῖς γὰρ ἐξ Ἀγυρίου τῆς Σικελίας ὄντες, καὶ διὰ τὴν ἐπιμιξίαν τοῖς ἐν τῇ νήσῳ πολλὴν ἐμπειρίαν τῆς Ῥωμαίων διαλέκτου περιπεποιμένοι, πάσας τὰς τῆς ἡγεμονίας ταύτης πράξεις ἀκριβῶς ἀνελάβομεν ἐκ τῶν παρʼ ἐκείνοις ὑπομνημάτων ἐκ πολλῶν χρόνων τετηρημένων.
因为我们来自西西里的阿吉里乌姆,且由于与岛上的人民交往,我们获得了对罗马人语言的丰富经验,从而能够从他们那里保存了许多年的记录中,精确地收集这一帝国的所有事迹。
§1.4.5πεποιήμεθα δὲ τὴν ἀρχὴν τῆς ἱστορίας ἀπὸ τῶν μυθολογουμένων παρʼ Ἕλλησί τε καὶ βαρβάροις, ἐξετάσαντες τὰ παρʼ ἑκάστοις ἱστορούμενα κατὰ τοὺς ἀρχαίους χρόνους, ἐφʼ ὅσον ἡμῖν δύναμις.
并且,我们已经从希腊人和野蛮人之间流传的神话开始,尽我们最大能力考察了在古代时期各民族所记录的历史。
§1.4.6ἐπεὶ δʼ ἡ μὲν ὑπόθεσις ἔχει τέλος, αἱ βίβλοι δὲ μέχρι τοῦ νῦν ἀνέκδοτοι τυγχάνουσιν οὖσαι, βούλομαι βραχέα προδιορίσαι περὶ ὅλης τῆς πραγματείας.
然而,由于计划已经完成,而这些书本直到现在依然处于未出版的状态,因此我希望对整个著作进行简短的预先说明。
τῶν γὰρ βίβλων ἡμῖν ἓξ μὲν αἱ πρῶται περιέχουσι τὰς πρὸ τῶν Τρωικῶν πράξεις καὶ μυθολογίας, καὶ τούτων αἱ μὲν προηγούμεναι τρεῖς τὰς βαρβαρικάς, αἱ δʼ ἑξῆς σχεδὸν τὰς τῶν Ἑλλήνων ἀρχαιολογίας· ἐν δὲ ταῖς μετὰ ταύτας ἕνδεκα τὰς ἀπὸ τῶν Τρωικῶν κοινὰς πράξεις ἀναγεγράφαμεν ἕως τῆς Ἀλεξάνδρου τελευτῆς· §1.4.7ἐν δὲ ταῖς ἑξῆς εἴκοσι καὶ τρισὶ βίβλοις τὰς λοιπὰς ἁπάσας κατετάξαμεν μέχρι τῆς ἀρχῆς τοῦ συστάντος πολέμου Ῥωμαίοις πρὸς Κελτούς, καθʼ ὃν ἡγούμενος Γάιος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις προσαγορευθεὶς θεὸς κατεπολέμησε μὲν τὰ πλεῖστα καὶ μαχιμώτατα τῶν Κελτῶν ἔθνη, προεβίβασε δὲ τὴν ἡγεμονίαν τῆς Ῥώμης μέχρι τῶν Βρεττανικῶν νήσων· τούτου δʼ αἱ πρῶται πράξεις ἐπετελέσθησαν ὀλυμπιάδος τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς κατὰ τὸ πρῶτον ἔτος ἐπʼ ἄρχοντος Ἀθήνησιν Ἡρώδου.
在我们的书中,前六卷包含特洛伊战争之前的功绩和神话,其中前三卷是野蛮人的历史,随后的三卷几乎完全是希腊人的古代史;在接下来的十一卷中,我们记录了从特洛伊战争到亚历山大之死之间的共同功绩;而在接下来的二十三卷中,我们编排了所有其余的功绩,一直到罗马人与凯尔特人之间爆发的战争开始,在这场战争中,作为领袖的盖乌斯·尤利乌斯·恺撒(他因其功绩而被尊称为神)征服了凯尔特人中最多且最强悍的部族,并将罗马的统治权推进到不列颠群岛;而他的最初功绩是在第一百八十届奥林匹亚德的第一年完成的,当时雅典的执政官是希律。

词汇与语法注释

  1. §1.4.1ὁρῶντες — 分词 ὁρῶντες 表示主句动词 ἐπραγματεύθημεν(致力于)和 ἐπήλθομεν(游历)的原因。它带有一个以 ταύτην τὴν ὑπόθεσιν 为宾语(主语性质)、以 οὖσαν 和 προσδεομένην 为补足语的带分词的宾格结构(表示“看见某物处于某种状态”)。
  2. §1.4.2ἀφορμῇ — 作为与格支配动词 ἐχρησάμεθα(使用)的谓语性与格,表示“作为凭借”或“作为手段”。直接的与格宾语是后文的 τῇ ... ἐπιθυμίᾳ。
  3. §1.4.4τοῖς ἐν τῇ νήσῳ — “在岛上的人”指当时在西西里(罗马的第一个行省)定居或活动的罗马人。这解释了作者(来自阿吉里乌姆的希腊人)通过在当地的交往熟练掌握了罗马人的语言(Ῥωμαίων διαλέκτου)。
  4. §1.4.6ἀνέκδοτοι τυγχάνουσιν οὖσαι — 动词 τυγχάνω 伴随现在分词 οὖσαι 的构型,表示“处于……的状态”或“碰巧是……”,此处表示书本目前仍处于未公开发表的状态。
  5. §1.4.7ἐπʼ ἄρχοντος ... Ἡρώδου — 介词 ἐπί 加上属格名词的惯用时间表达(类似于属格独立结构),通过特定的执政官任期来标示年份(“在希律担任执政官期间”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.4.1-1.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.4.1-1.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。