Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.3.1-1.3.8

先行諸作の限界と普遍史編纂の動機

4 / 406 箇所 · ギリシア語

要旨

著者は前代の歴史家たちの功績を称えつつも、彼らの著作が持つ不完全性や時代的制限を指摘し、それらを克服するために自ら一貫した世界史を執筆することを決意した背景を説明する。

§1.3.1διὸ καὶ θεωροῦντες ἡμεῖς δικαίας ἀποδοχῆς τυγχάνοντας τοὺς ταύτην πραγματευσαμένους προήχθημεν ἐπὶ τὸν ὅμοιον τῆς ὑποθέσεως ζῆλον.
それゆえ、歴史を執筆した人々が正当な歓迎を受けているのを我々も目の当たりにして、同様の主題に対する熱意へと駆り立てられた。
ἐπιστήσαντες δὲ τὸν νοῦν τοῖς πρὸ ἡμῶν συγγραφεῦσιν ἀπεδεξάμεθα μὲν ὡς ἔνι μάλιστα τὴν προαίρεσιν αὐτῶν, οὐ μὴν ἐξειργάσθαι πρὸς τὸ συμφέρον καὶ τὸ δυνατὸν τὰς πραγματείας αὐτῶν ὑπελάβομεν.
そして、我々以前の歴史家たちに注意を向け、彼らの志はできる限り受け入れはしたものの、彼らの著作が、有用性と実現可能性に対して完璧に仕上げられているとは考えなかった。
§1.3.2κειμένης γὰρ τοῖς ἀναγινώσκουσι τῆς ὠφελείας ἐν τῷ πλείστας καὶ ποικιλωτάτας περιστάσεις λαμβάνειν, οἱ πλεῖστοι μὲν ἑνὸς ἔθνους ἢ μιᾶς πόλεως αὐτοτελεῖς πολέμους ἀνέγραψαν, ὀλίγοι δʼ ἀπὸ τῶν ἀρχαίων χρόνων ἀρξάμενοι τὰς κοινὰς πράξεις ἐπεχείρησαν ἀναγράφειν μέχρι τῶν καθʼ αὑτοὺς καιρῶν, καὶ τούτων οἱ μὲν τοὺς οἰκείους χρόνους ἑκάστοις οὐ παρέζευξαν, οἱ δὲ τὰς τῶν βαρβάρων πράξεις ὑπερέβησαν, ἔτι δʼ οἱ μὲν τὰς παλαιὰς μυθολογίας διὰ τὴν δυσχέρειαν τῆς πραγματείας ἀπεδοκίμασαν, οἱ δὲ τὴν ὑπόστασιν τῆς ἐπιβολῆς οὐ συνετέλεσαν,
というのも、読者にとっての有益さは、極めて多くかつ最も多様な状況を知ることに存するのに対して、大半の歴史家は一つの民族や一つの都市の独立した戦争を記述し、古代の時代から始めて共通の事績を自らの時代まで記述しようと試みた者はわずかであったからである。 そしこれらの歴史家のうち、ある人々はそれぞれの出来事に固有の年代を対応させず、ある人々はバルバロイの事績を省き、さらに、ある人々は記述の困難さのために古い神話を退け、ある人々は企てたことの完成を見なかった。
§1.3.3μεσολαβηθέντες τὸν βίον ὑπὸ τῆς πεπρωμένης.
彼らは運命によって人生を中途で遮られたからである。
τῶν δὲ τὴν ἐπιβολὴν ταύτης τῆς πραγματείας πεποιημένων οὐδεὶς προεβίβασε τὴν ἱστορίαν κατωτέρω τῶν Μακεδονικῶν καιρῶν·
そして、この記述の企てをなした者たちのうち、誰もマケドニアの時代より先へ歴史を進めなかった。
οἱ μὲν γὰρ εἰς τὰς Φιλίππου πράξεις, οἱ δʼ εἰς τὰς Ἀλεξάνδρου, τινὲς δʼ εἰς τοὺς διαδόχους ἢ τοὺς ἐπιγόνους κατέστρεψαν τὰς συντάξεις·
ある人々はフィリッポスの事績で、ある人々はアレクサンドロスの事績で、またある人々は後継者たちやその子孫たちのところで、その著作を終わらせてしまった。
πολλῶν δὲ καὶ μεγάλων τῶν μετὰ ταῦτα πράξεων ἀπολελειμμένων μέχρι τοῦ καθʼ ἡμᾶς βίου τῶν ἱστοριογράφων οὐδεὶς ἐπεβάλετο αὐτὰς μιᾶς συντάξεως περιγραφῇ πραγματεύσασθαι διὰ τὸ μέγεθος τῆς ὑποθέσεως.
これら以後の、我々の時代に至るまでの多くの偉大な事績が残されたままであるのに、歴史家の誰も、その主題の巨大さのために、それらを一つの著作の枠組みの中に包括して記述しようとは企てなかった。
§1.3.4διὸ καὶ ἐρριμμένων τῶν τε χρόνων καὶ τῶν πράξεων ἐν πλείοσι πραγματείαις καὶ διαφόροις συγγραφεῦσι δυσπερίληπτος ἡ τούτων ἀνάληψις γίνεται καὶ δυσμνημόνευτος.
それゆえ、年代も事績も多くの著作や様々な著述家の中に散らばっているため、これらを学び取ることは困難であり、記憶することも難しくなっている。
§1.3.5ἐξετάσαντες οὖν τὰς ἑκάστου τούτων διαθέσεις ἐκρίναμεν ὑπόθεσιν ἱστορικὴν πραγματεύσασθαι τὴν πλεῖστα μὲν ὠφελῆσαι δυναμένην, ἐλάχιστα δὲ τοὺς ἀναγινώσκοντας ἐνοχλήσουσαν.
そこで、我々はこれら各人の構成を検討した結果、最も多くを益することができ、かつ読者を最も煩わせないような歴史的計画を執筆することに決めた。
§1.3.6εἰ γάρ τις τὰς εἰς μνήμην παραδεδομένας τοῦ σύμπαντος κόσμου πράξεις, ὥσπερ τινὸς μιᾶς πόλεως, ἀρξάμενος ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀναγράψαι κατὰ τὸ δυνατὸν μέχρι τῶν καθʼ αὑτὸν καιρῶν, πόνον μὲν ἂν πολὺν ὑπομείναι δῆλον ὅτι, πραγματείαν δὲ πασῶν εὐχρηστοτάτην συντάξαιτο τοῖς φιλαναγνωστοῦσιν.
というのも、もし誰かが、全世界の記憶に伝えられた事績を、あたかも一つの都市の事績であるかのように、最も古代の時代から始めて、可能な限り自らの時代まで記述するならば、その者は明らかに多大の労苦を耐え忍ぶことになるだろうが、読書を好む人々にとって、すべての著作の中で最も有益な記述をまとめることになるだろうからである。
§1.3.7ἐξέσται γὰρ ἐκ ταύτης ἕκαστον πρὸς τὴν ἰδίαν ὑπόστασιν ἑτοίμως λαμβάνειν τὸ χρήσιμον, ὥσπερ ἐκ μεγάλης ἀρυόμενον πηγῆς.
実際、この著作から、各人が自らの計画に応じて有益なものを、大きな泉から汲み出すように容易に得ることができるようになるであろう。
§1.3.8τοῖς μὲν γὰρ ἐπιβαλλομένοις διεξιέναι τὰς τῶν τοσούτων συγγραφέων ἱστορίας πρῶτον μὲν οὐ ῥᾴδιον εὐπορῆσαι τῶν εἰς τὴν χρείαν πιπτουσῶν βίβλων, ἔπειτα διὰ τὴν ἀνωμαλίαν καὶ τὸ πλῆθος τῶν συνταγμάτων δυσκατάληπτος γίνεται τελέως καὶ δυσέφικτος ἡ τῶν πεπραγμένων ἀνάληψις·
なぜなら、これほど多くの著述家の歴史を悉く読もうと企てる人々にとっては、第一に、必要となる書物を入手することが容易ではなく、第二に、著作の不統一さとその多さのために、起こった事柄を学び取ることが完全に把握しがたく、到達しがたいものとなるからである。
ἡ δʼ ἐν μιᾶς συντάξεως περιγραφῇ πραγματεία τὸ τῶν πράξεων εἰρόμενον ἔχουσα τὴν μὲν ἀνάγνωσιν ἑτοίμην παρέχεται, τὴν δʼ ἀνάληψιν ἔχει παντελῶς εὐπαρακολούθητον.
これに対して、一つの著作の枠組みの中にある記述は、事績の連続性を持っているため、読書を容易にし、把握することを完全に追随しやすいものにする。
καθόλου δὲ τῶν ἄλλων τοσοῦτον ὑπερέχειν ταύτην ἡγητέον ὅσῳ χρησιμώτερόν ἐστι τὸ πᾶν τοῦ μέρους καὶ τὸ συνεχὲς τοῦ διερρηγμένου, πρὸς δὲ τούτοις τὸ διηκριβωμένον τοῖς χρόνοις τοῦ μηδὲ γινωσκομένου τίσιν ἐπράχθη καιροῖς.
全体として、この世界史は、全体が部分よりも、また連続的なものが断片的なものよりも有用であるのと同程度に、他の著作よりもはるかに優れていると見なされねばならず、さらに、年代によって厳密に確定されたものが、どの時代になされたのかさえ知られていないものよりも優れているのと同程度に、優れていると見なされねばならない。

語釈・文法注

  1. §1.3.1δικαίας ἀποδοχῆς τυγχάνοντας τοὺς ταύτην πραγματευσαμένους — 動詞 θεωροῦντες(分詞「見ること」)の目的語として、対格+分詞の構成をとっている。τοὺς πραγματευσαμένους(歴史を執筆した人々)が主語的に機能し、τυγχάνοντας(受けていること)が述語的に機能する。
  2. §1.3.2κειμένης γὰρ τοῖς ἀναγινώσκουσι τῆς ὠφελείας — κειμένης τῆς ὠφελείας による属格独立構文。τοῖς ἀναγινώσκουσι は利害の与格(「読者にとって」)であり、主文に対する譲歩あるいは前提条件を説明している。
  3. §1.3.3μεσολαβηθέντες τὸν βίον ὑπὸ τῆς πεπρωμένης — 前節の主語(ある歴史家たち)に係る受動態分詞 μεσολαβηθέντες(主格複数男性)。対格の τὸν βίον は関係の対格として機能し、「生を遮られて」の意味となる。ὑπὸ τῆς πεπρωμένης(運命によって)が受動の動作主を示す。
  4. §1.3.8τοῦ μηδὲ γινωσκομένου τίσιν ἐπράχθη καιροῖς — 比較の属格(τοῦ...)。冠詞の属格 τοῦ は、受動態分詞 γινωσκομένου およびそれに導かれる間接疑問節 τίσιν ἐπράχθη καιροῖς(どのような時代に行われたか)の全体を名詞化している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.3.1-1.3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.3.1-1.3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。