§1.2.1καθόλου δὲ διὰ τὴν ἐκ ταύτης ἐπʼ ἀγαθῷ μνήμην οἱ μὲν κτίσται πόλεων γενέσθαι προεκλήθησαν, οἱ δὲ νόμους εἰσηγήσασθαι περιέχοντας τῷ κοινῷ βίω τὴν ἀσφάλειαν, πολλοὶ δʼ ἐπιστήμας καὶ τέχνας ἐξευρεῖν ἐφιλοτιμήθησαν πρὸς εὐεργεσίαν τοῦ γένους τῶν ἀνθρώπων.
总体而言,由于历史所带来的对善的记忆,一些人被激励去成为城市的建立者,另一些人被激励去引入保障共同生活安全的法律,而许多人则力图为了人类的利益去发明科学和技术。
ἐξ ἁπάντων δὲ συμπληρουμένης τῆς εὐδαιμονίας, ἀποδοτέον τῶν ἐπαίνων τὸ πρωτεῖον τῇ τούτων μάλιστʼ αἰτίᾳ ἱστορίᾳ.
既然幸福是由所有这一切所充满的,我们就必须将赞美的首位归于历史,因为它是这些事情的最大原因。
§1.2.2ἡγητέον γὰρ εἶναι ταύτην φύλακα μὲν τῆς τῶν ἀξιολόγων ἀρετῆς, μάρτυρα δὲ τῆς τῶν φαύλων κακίας, εὐεργέτιν δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων.
因为我们必须认为历史是杰出者美德的守护者,是邪恶者恶行的见证者,也是全人类的恩人。
εἰ γὰρ ἡ τῶν ἐν ᾅδου μυθολογία τὴν ὑπόθεσιν πεπλασμένην ἔχουσα πολλὰ συμβάλλεται τοῖς ἀνθρώποις πρὸς εὐσέβειαν καὶ δικαιοσύνην, πόσῳ μᾶλλον ὑποληπτέον τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, τῆς ὅλης φιλοσοφίας οἱονεὶ μητρόπολιν οὖσαν, ἐπισκευάσαι δύνασθαι τὰ ἤθη μᾶλλον πρὸς καλοκἀγαθίαν;
因为,如果关于冥界之人的神话,尽管其前提是虚构的,却能对人类的虔敬与正义做出巨大贡献,那么我们难道不更应该认为历史——真理的代言人,且可以说是所有哲学的母都市——能够将我们的品性更进一步改善,使其走向美德吗?
§1.2.3πάντες γὰρ ἄνθρωποι διὰ τὴν τῆς φύσεως ἀσθένειαν βιοῦσι μὲν ἀκαριαῖόν τι μέρος τοῦ παντὸς αἰῶνος, τετελευτήκασι δὲ πάντα τὸν ὕστερον χρόνον, καὶ τοῖς μὲν ἐν τῷ ζῆν μηδὲν ἀξιόλογον πράξασιν ἅμα ταῖς τῶν σωμάτων τελευταῖς συναποθνήσκει καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸν βίον, τοῖς δὲ διʼ ἀρετὴν περιποιησαμένοις δόξαν αἱ πράξεις ἅπαντα τὸν αἰῶνα μνημονεύονται, διαβοώμεναι τῷ θειοτάτῳ τῆς ἱστορίας στόματι.
因为所有人由于自身本性的软弱,在整个永恒中只活了极其短暂的一瞬间,而在之后的所有时间里都处于死亡状态;对于那些在活着时没有做出任何值得称道之事的人来说,他们生活中的所有其他事情也随着肉体的死亡而一同消逝;但对于那些通过美德获得名声的人来说,他们的功绩将永远被记住,并由历史最神圣的口宣扬。
§1.2.4καλὸν δʼ, οἶμαι, τοῖς εὖ φρονοῦσι θνητῶν πόνων ἀντικαταλλάξασθαι τὴν ἀθάνατον εὐφημίαν.
我认为,对于明智的人来说,用凡人的劳苦来换取不朽的称赞是一件极好的事。
Ἡρακλῆς μὲν γὰρ ὁμολογεῖται πάντα τὸν γενόμενον αὐτῷ κατʼ ἀνθρώπους χρόνον ὑπομεῖναι μεγάλους καὶ συνεχεῖς πόνους καὶ κινδύνους ἑκουσίως, ἵνα τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσας τύχῃ τῆς ἀθανασίας· τῶν δὲ ἄλλων ἀγαθῶν ἀνδρῶν οἱ μὲν ἡρωικῶν, οἱ δὲ ἰσοθέων τιμῶν ἔτυχον, πάντες δὲ μεγάλων ἐπαίνων ἠξιώθησαν, τὰς ἀρετὰς αὐτῶν τῆς ἱστορίας ἀπαθανατιζούσης.
因为众所周知,赫拉克勒斯在人间的一生中,自愿承受了巨大且持续的劳苦和危险,以便通过造福人类来获得不朽;而其他优秀的男子,有的获得了英雄的荣誉,有的获得了神一般的荣誉,所有人都被认为配得上巨大的赞美,因为历史使他们的美德永垂不朽。
§1.2.5τὰ μὲν γὰρ ἄλλα μνημεῖα διαμένει χρόνον ὀλίγον, ὑπὸ πολλῶν ἀναιρούμενα περιστάσεων, ἡ δὲ τῆς ἱστορίας δύναμις ἐπὶ πᾶσαν τὴν οἰκουμένην διήκουσα τὸν πάντα τἄλλα λυμαινόμενον χρόνον ἔχει φύλακα τῆς αἰωνίου παραδόσεως τοῖς ἐπιγινομένοις.
因为其他纪念碑由于许多境遇的破坏而仅存留很短的时间,但历史的力量延伸到整个居住世界,使那损害其他一切的时间,成为后代人永恒传承的守护者。
συμβάλλεται δʼ αὕτη καὶ πρὸς λόγου δύναμιν, οὗ κάλλιον ἕτερον οὐκ ἄν τις ῥᾳδίως εὕροι.
此外,历史也对言论的力量有所贡献,人们不容易找到比言论更美妙的事物了。
§1.2.6τούτῳ γὰρ οἱ μὲν Ἕλληνες τῶν βαρβάρων, οἱ δὲ πεπαιδευμένοι τῶν ἀπαιδεύτων προέχουσι, πρὸς δὲ τούτοις διὰ μόνου τούτου δυνατόν ἐστιν ἕνα τῶν πολλῶν περιγενέσθαι·
因为凭借言论,希腊人优于野蛮人,受过教育的人优于未受教育的人;此外,仅通过言论,一个人才可能超越众人。
καθόλου δὲ φαίνεται πᾶν τὸ προτεθὲν τοιοῦτον ὁποῖον ἄν ἡ τοῦ λέγοντος δύναμις παραστήσῃ, καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους λόγου προσαγορεύομεν, ὡς τοῦτο τὸ πρωτεῖον τῆς ἀρετῆς περιπεποιημένους.
总体而言,任何被提出的事情,在说话者的力量描绘下,就会显得是什么样子;而我们称优秀的男子为“值得用言语称道的人”,因为他们获得了美德的这一首位。
§1.2.7εἰς πλείω δὲ μέρη τούτου διῃρημένου, συμβαίνει τὴν μὲν ποιητικὴν τέρπειν μᾶλλον ἤπερ ὠφελεῖν, τὴν δὲ νομοθεσίαν κολάζειν, οὐ διδάσκειν, παραπλησίως δὲ καὶ τἄλλα μέρη τὰ μὲν μηδὲν συμβάλλεσθαι πρὸς εὐδαιμονίαν, τὰ δὲ μεμιγμένην ἔχειν τῷ συμφέροντι τὴν βλάβην, ἔνια δὲ κατεψεῦσθαι τῆς ἀληθείας, μόνην δὲ τὴν ἱστορίαν, συμφωνούντων ἐν αὐτῇ τῶν λόγων τοῖς ἔργοις, ἅπαντα τἄλλα χρήσιμα τῇ γραφῇ περιειληφέναι.
当这种言论的力量被分为几个部分时,便会出现诗歌更多是娱乐而非造福,立法只是惩罚而非教导,同样,其他部分中,有的对幸福毫无贡献,有的在有用中掺杂了危害,有的则歪曲了真理;唯独历史,由于其中言辞与事迹相和谐,在写作中包揽了所有其他有益的事情。
§1.2.8ὁρᾶσθαι γὰρ αὐτὴν προτρεπομένην ἐπὶ δικαιοσύνην, κατηγοροῦσαν τῶν φαύλων, ἐγκωμιάζουσαν τοὺς ἀγαθούς, τὸ σύνολον ἐμπειρίαν μεγίστην περιποιοῦσαν τοῖς ἐντυγχάνουσι.
因为人们可以看到历史本身在激励走向正义,谴责邪恶,歌颂善良,总之,向读者提供最大的经验。