§1.28.1οἱ δʼ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην.
总之,埃及人说,在此之后,有许多殖民地从埃及散布到整个有人居住的世界。
εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης· ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι παραπλησίως τοῖς κατʼ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λειτουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους, τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσθαι, μιμουμένους τοὺς παρʼ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ ἀστρολόγους.
因为他们说,被认为是波塞冬和利比亚之子的贝洛斯,带领殖民者前往巴比伦;而他在幼发拉底河畔定居后,设立了祭司,使他们像埃及的祭司一样免税并免除一切公共义务,巴比伦人称他们为迦勒底人,并且这些人进行星象观测,模仿了埃及的祭司、自然哲学者以及占星术师。
§1.28.2λέγουσι δὲ καὶ τοὺς περὶ τὸν Δαναὸν ὁρμηθέντας ὁμοίως ἐκεῖθεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρʼ Ἕλλησι πόλεων Ἄργος, τό τε τῶν Κόλχων ἔθνος ἐν τῷ Πόντῳ καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηθέντας παρʼ ἑαυτῶν· §1.28.3διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσθαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου.
他们还说,达那俄斯及其随从同样从那里出发,共同创建了希腊人城市中几乎最古老的阿耳戈斯,并且从他们那里出发的某些人,在蓬托斯定居了科尔基斯民族,在阿拉伯和叙利亚之间定居了犹太民族;因此,在这些民族中,给出生的孩子行割礼的习俗自古流传下来,这一法令是从埃及传入的。
§1.28.4καὶ τοὺς Ἀθηναίους δέ φασιν ἀποίκους εἶναι Σαϊτῶν τῶν ἐξ Αἰγύπτου, καὶ πειρῶνται τῆς οἰκειότητος ταύτης φέρειν ἀποδείξεις· παρὰ μόνοις γὰρ τῶν Ἑλλήνων τὴν πόλιν ἄστυ καλεῖσθαι, μετενηνεγμένης τῆς προσηγορίας ἀπὸ τοῦ παρʼ αὐτοῖς Ἄστεος.
他们还说,雅典人也是来自埃及的塞伊斯人的殖民者,并试图为这种亲缘关系提供证据;因为据说在希腊人中,唯独他们将城市称为 asty,这个名称是从他们那里的 Asty 转移而来的。
ἔτι δὲ τὴν πολιτείαν τὴν αὐτὴν ἐσχηκέναι τάξιν καὶ διαίρεσιν τῇ παρʼ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηθείσῃ· §1.28.5καὶ πρώτην μὲν ὑπάρξαι μερίδα τοὺς εὐπατρίδας καλουμένους, οἵτινες ὑπῆρχον ἐν παιδείᾳ μάλιστα διατετριφότες καὶ τῆς μεγίστης ἠξιωμένοι τιμῆς παραπλησίως τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι· δευτέραν δὲ τάξιν γενέσθαι τὴν τῶν γεωμόρων τῶν ὀφειλόντων ὅπλα κεκτῆσθαι καὶ πολεμεῖν ὑπὲρ τῆς πόλεως ὁμοίως τοῖς κατʼ Αἴγυπτον ὀνομαζομένοις γεωργοῖς καὶ τοὺς μαχίμους παρεχομένοις· τελευταίαν δὲ μερίδα καταριθμηθῆναι τὴν τῶν δημιουργῶν τῶν τὰς βαναύσους τέχνας μεταχειριζομένων καὶ λειτουργίας τελούντων τὰς ἀναγκαιοτάτας, τὸ παραπλήσιον ποιούσης τῆς τάξεως ταύτης παρʼ Αἰγυπτίους.
此外,他们的政体与埃及人的政体具有相同的结构和划分,后者被划分为三个部分;第一部分是由被称为欧帕特里达(贵族)的人组成,他们主要致力于教育,并享有了最大的荣誉,类似于埃及的祭司;第二阶级是吉奥莫里(土地所有者),他们有义务拥有武器并为城邦作战,类似于在埃及被称为农夫并提供战士的人;最后被列入的部分是德缪歌(手工业者),他们从事手艺活并承担最不可或缺的公共服务,这一阶级所做的与埃及的相应阶级类似。
§1.28.6γεγονέναι δὲ καὶ τῶν ἡγεμόνων τινὰς Αἰγυπτίους παρὰ τοῖς Ἀθηναίοις· τὸν γὰρ Πέτην τὸν πατέρα Μενεσθέως τοῦ στρατεύσαντος εἰς Τροίαν φανερῶς Αἰγύπτιον ὑπάρξαντα τυχεῖν ὕστερον Ἀθήνησι πολιτείας τε καὶ βασιλείας.
他们说,雅典人的一些领袖也是埃及人;因为曾远征特洛伊的梅涅斯修斯的父亲佩特斯,显然是个埃及人,后来在雅典获得了公民权和王位。
§1.28.7διφυοῦς δʼ αὐτοῦ γεγονότος, τοὺς μὲν Ἀθηναίους μὴ δύνασθαι κατὰ τὴν ἰδίαν ὑπόστασιν ἀποδοῦναι περὶ τῆς φύσεως ταύτης τὰς ἀληθεῖς αἰτίας, ἐν μέσῳ κειμένου πᾶσιν ὅτι δυοῖν πολιτειῶν μετασχών, Ἑλληνικῆς καὶ βαρβάρου, διφυὴς ἐνομίσθη, τὸ μὲν ἔχων μέρος θηρίου, τὸ δὲ ἀνθρώπου.
由于他是双重性质的,雅典人无法根据他们自己的假定来说明这种性质的真实原因,而在所有人看来显而易见的是,因为他参与了希腊和野蛮人的两种公民身份,所以被认为是双重性质的,一部分是野兽,另一部分是人。