Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.28.1-1.28.7

エジプトを起源とする諸国の植民とアテナイの制度

29 / 406 箇所 · ギリシア語

要旨

エジプト人たちの主張によれば、バビロン、アルゴス、コルキス、ユダヤなど、世界各地の植民団はエジプトから出発したものであり、アテナイの国家組織や三つの身分制度、さらには初期の王ペテスもエジプトに由来するものである。

§1.28.1οἱ δʼ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην.
いずれにせよ、エジプト人たちは、これらの事の後にも、エジプトから極めて多くの植民団が全居住世界に散らばったと言っている。
εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης· ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι παραπλησίως τοῖς κατʼ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λειτουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους, τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσθαι, μιμουμένους τοὺς παρʼ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ ἀστρολόγους.
というのも、ポセイドンとリビュアの子とみなされているベロスが、バビロンへと植民たちを率いていき、彼はユーフラテス川のほとりに定住すると、神官たちを、エジプトにおけるのと同様に免税とし、あらゆる公共義務から解放された者たちとして任命し、彼らをバビロン人はカルデア人と呼び、彼らが星の観測を行ったが、これはエジプトにおける神官たちや自然哲学者たち、さらには占星術師たちを模倣したのである。
§1.28.2λέγουσι δὲ καὶ τοὺς περὶ τὸν Δαναὸν ὁρμηθέντας ὁμοίως ἐκεῖθεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρʼ Ἕλλησι πόλεων Ἄργος, τό τε τῶν Κόλχων ἔθνος ἐν τῷ Πόντῳ καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηθέντας παρʼ ἑαυτῶν·
また彼らは、ダナオスの一行も同様にそこから出発して、ギリシア人の都市のうちでほぼ最古のアルゴスを共同創設し、またポントス地方のコルキス人の民族や、アラビアとシリアの間に位置するユダヤ人の民族を、自分たちのところから出発したある人々が居住させたのだと言っている。
§1.28.3διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσθαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου.
それゆえ、これらの民族の間では、生まれた子供たちに割礼を施すことが古くから伝えられているが、これはこの慣習がエジプトから移されたものである。
§1.28.4καὶ τοὺς Ἀθηναίους δέ φασιν ἀποίκους εἶναι Σαϊτῶν τῶν ἐξ Αἰγύπτου, καὶ πειρῶνται τῆς οἰκειότητος ταύτης φέρειν ἀποδείξεις·
また、アテナイ人たちもエジプトのサイスからの移民であると彼らは言っており、彼らはこの親縁関係の証明を提示しようと試みている。
παρὰ μόνοις γὰρ τῶν Ἑλλήνων τὴν πόλιν ἄστυ καλεῖσθαι, μετενηνεγμένης τῆς προσηγορίας ἀπὸ τοῦ παρʼ αὐτοῖς Ἄστεος.
というのも、ギリシア人のうち彼らだけにおいて都市が「アステュ」と呼ばれているが、この名称は彼ら(エジプト人)のところにある「アステュ」から移されたものだからである。
ἔτι δὲ τὴν πολιτείαν τὴν αὐτὴν ἐσχηκέναι τάξιν καὶ διαίρεσιν τῇ παρʼ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηθείσῃ·
さらに、彼らの国制が、エジプト人における国制(3つの部分に分割されたもの)と同じ秩序と区分を持っていたからである。
§1.28.5καὶ πρώτην μὲν ὑπάρξαι μερίδα τοὺς εὐπατρίδας καλουμένους, οἵτινες ὑπῆρχον ἐν παιδείᾳ μάλιστα διατετριφότες καὶ τῆς μεγίστης ἠξιωμένοι τιμῆς παραπλησίως τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι·
そして、第一の区分は、エウパトリダイと呼ばれる人々であり、彼らはエジプトにおける神官たちと同様に、主に教育に時間を費やし、最大の栄誉にあずかる身であった。
δευτέραν δὲ τάξιν γενέσθαι τὴν τῶν γεωμόρων τῶν ὀφειλόντων ὅπλα κεκτῆσθαι καὶ πολεμεῖν ὑπὲρ τῆς πόλεως ὁμοίως τοῖς κατʼ Αἴγυπτον ὀνομαζομένοις γεωργοῖς καὶ τοὺς μαχίμους παρεχομένοις·
第二の階級は、ゲオモロイであり、彼らは、エジプトにおいて農夫と呼ばれ戦士たちを供給する者たちと同様に、武器を所有し都市のために戦う義務を負っていた。
τελευταίαν δὲ μερίδα καταριθμηθῆναι τὴν τῶν δημιουργῶν τῶν τὰς βαναύσους τέχνας μεταχειριζομένων καὶ λειτουργίας τελούντων τὰς ἀναγκαιοτάτας, τὸ παραπλήσιον ποιούσης τῆς τάξεως ταύτης παρʼ Αἰγυπτίους.
最後の区分として数え上げられるのは、デミウルゴイであり、彼らは手工業を営み、最も不可欠な公共奉仕を行っていたが、これはエジプトにおける同様の階級が似たようなことを行っているのである。
§1.28.6γεγονέναι δὲ καὶ τῶν ἡγεμόνων τινὰς Αἰγυπτίους παρὰ τοῖς Ἀθηναίοις·
また、アテナイ人たちの指導者のうち何人かはエジプト人であった。
τὸν γὰρ Πέτην τὸν πατέρα Μενεσθέως τοῦ στρατεύσαντος εἰς Τροίαν φανερῶς Αἰγύπτιον ὑπάρξαντα τυχεῖν ὕστερον Ἀθήνησι πολιτείας τε καὶ βασιλείας.
というのも、トロイア遠征を行ったメネステウスの父ペテスは、明らかにエジプト人であったが、後にアテナイで市民権と王位を得たからである。
§1.28.7διφυοῦς δʼ αὐτοῦ γεγονότος, τοὺς μὲν Ἀθηναίους μὴ δύνασθαι κατὰ τὴν ἰδίαν ὑπόστασιν ἀποδοῦναι περὶ τῆς φύσεως ταύτης τὰς ἀληθεῖς αἰτίας, ἐν μέσῳ κειμένου πᾶσιν ὅτι δυοῖν πολιτειῶν μετασχών, Ἑλληνικῆς καὶ βαρβάρου, διφυὴς ἐνομίσθη, τὸ μὲν ἔχων μέρος θηρίου, τὸ δὲ ἀνθρώπου.
彼が二重の姿を持つ者であったため、アテナイ人たちは自分たちの前提に依拠してはこの性質に関する真の原因を説明することができなかった。 しかし、彼がギリシアとバルバロイの二つの市民権にあずかっていたために二重の姿の者とみなされ、一方は獣、他方は人間の部分を持つと言われたということは、すべての人にとって明白である。

語釈・文法注

  1. 1.28.1ὃν ... καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι — 関係代名詞 ὃν(対格、先行詞は Βῆλον)は、不定詞 καταστήσασθαι(主語は ὃν、目的語は τούς τε ἱερεῖς)を伴う対格不定詞構文の一部を形成している。全体は φασι に依存する間接話法である。
  2. 1.28.2οἰκίσαι τινὰς ὁρμηθέντας παρʼ ἑαυτῶν — οἰκίσαι(他動詞「植民させる、居住させる」)の主語は対格の分詞句 τινὰς ὁρμηθέντας であり、その目的語は前出の τό τε τῶν Κόλχων ἔθνος および τὸ τῶν Ἰουδαίων である。
  3. 1.28.4τῇ παρʼ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηθείσῃ — 女性単数与格の分詞 διανεμηθείσῃ は、先行する τῇ παρʼ Αἰγυπτίοις において省略されている女性単数名詞 πολιτείᾳ(または τάξει)に一致して修飾している。
  4. 1.28.7εν μέσῳ κειμένου πᾶσιν ὅτι — 「〜が公然の事実である」を意味する非人称的な慣用表現の絶対属格。ὅτι 節が論理上の主語として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.28.1-1.28.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.28.1-1.28.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。