§1.27.1νομοθετῆσαι δέ φασι τοὺς Αἰγυπτίους παρὰ τὸ κοινὸν ἔθος τῶν ἀνθρώπων γαμεῖν ἀδελφὰς διὰ τὸ γεγονὸς ἐν τούτοις τῆς Ἴσιδος ἐπίτευγμα·
他们说,埃及人违反人类的共同习俗,确立了与姐妹结婚的法律,这是因为伊西斯在这些事情上所取得的成就。
ταύτην γὰρ συνοικήσασαν Ὀσίριδι τῷ ἀδελφῷ, καὶ ἀποθανόντος ὀμόσασαν οὐδενὸς ἔτι συνουσίαν ἀνδρὸς προσδέξεσθαι, μετελθεῖν τόν τε φόνον τἀνδρὸς καὶ διατελέσαι βασιλεύουσαν νομιμώτατα, καὶ τὸ σύνολον πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίαν γενέσθαι πᾶσιν ἀνθρώποις.
因为她与兄弟奥西里斯共同生活,并在他去世时宣誓绝不再接纳任何男子的交往,她为丈夫的谋杀复仇,并且极为守法地继续统治,总之,她成为了所有人类获得最多且最大恩惠的原因。
§1.27.2διὰ δὴ ταύτας τὰς αἰτίας καταδειχθῆναι μείζονος ἐξουσίας καὶ τιμῆς τυγχάνειν τὴν βασίλισσαν τοῦ βασιλέως, καὶ παρὰ τοῖς ἰδιώταις κυριεύειν τὴν γυναῖκα τἀνδρός, ἐν τῇ τῆς προικὸς συγγραφῇ προσομολογούντων τῶν γαμούντων ἅπαντα πειθαρχήσειν τῇ γαμουμένῃ.
正是由于这些原因,确立了女王享有比国王更大的权力和荣誉,而且在平民百姓中,妻子也支配丈夫,新郎在嫁妆契约中共同承诺,将在一切事上服从新娘。
§1.27.3οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν συγγραφέων ἀποφαίνονται τοὺς τάφους τῶν θεῶν τούτων ὑπάρχειν ἐν Νύσῃ τῆς Ἀραβίας, ἀφʼ ἧς καὶ Νυσαῖον τὸν Διόνυσον ὠνομάσθαι. εἶναι δὲ καὶ στήλην ἑκατέρου τῶν θεῶν ἐπιγεγραμμένην τοῖς ἱεροῖς γράμμασιν.
我并非不知道,有些历史学家声称这些神明的陵墓位于阿拉伯的尼萨,因此狄奥尼索斯也被命名为“尼萨者(尼萨乌斯)”;并且还存在着这两位神明各自的石碑,其上刻有神圣的文字。
§1.27.4ἐπὶ μὲν οὖν τῆς Ἴσιδος ἐπιγεγράφθαι “ἐγὼ Ἶσίς εἰμι ἡ βασίλισσα πάσης χώρας, ἡ παιδευθεῖσα ὑπὸ Ἑρμοῦ, καὶ ὅσα ἐγὼ ἐνομοθέτησα, οὐδεὶς αὐτὰ δύναται λῦσαι.
那么,在伊西斯的石碑上刻着:“我是伊西斯,全大地的女王,曾接受赫尔墨斯的教导;凡我所立之法,无人能予废除。
ἐγώ εἰμι ἡ τοῦ νεωτάτου Κρόνου θεοῦ θυγάτηρ πρεσβυτάτη· ἐγώ εἰμι γυνὴ καὶ ἀδελφὴ Ὀσίριδος βασιλέως· ἐγώ εἰμι ἡ πρώτη καρπὸν ἀνθρώποις εὑροῦσα· ἐγώ εἰμι μήτηρ Ὥρου τοῦ βασιλέως· ἐγώ εἰμι ἡ ἐν τῷ ἄστρῳ τῷ ἐν τῷ κυνὶ ἐπιτέλλουσα·
我是最年轻的神克罗诺斯的长女;我是国王奥西里斯的妻子与姐妹;我是最早为人类发现谷物的人;我是国王荷鲁斯的母亲;我是那颗在犬座中的星辰中升起的人。
§1.27.5ἐμοὶ Βούβαστος ἡ πόλις ᾠκοδομήθη.
建立布巴斯托斯城是为了我。
χαῖρε χαῖρε Αἴγυπτε ἡ θρέψασά με.
欢呼吧,欢呼吧,哺育我的埃及!
” ἐπὶ δὲ τῆς Ὀσίριδος ἐπιγεγράφθαι λέγεται “πατὴρ μέν ἐστί μοι Κρόνος νεώτατος θεῶν ἁπάντων, εἰμὶ δὲ Ὄσιρις ὁ βασιλεύς, ὁ στρατεύσας ἐπὶ πᾶσαν χώραν ἕως εἰς τοὺς ἀοικήτους τόπους τῶν Ἰνδῶν καὶ τοὺς πρὸς ἄρκτον κεκλιμένους, μέχρι Ἴστρου ποταμοῦ πηγῶν, καὶ πάλιν ἐπὶ τἄλλα μέρη ἕως ὠκεανοῦ.
”而在奥西里斯的石碑上,据说刻着:“我的父亲是所有神明中最年轻的克罗诺斯,我是国王奥西里斯,曾远征至全大地,直到印度人未曾居住的荒凉之地和偏向北方的地域,直至伊斯特河的源头,再到其他各部,直到大洋。
εἰμὶ δὲ υἱὸς Κρόνου πρεσβύτατος, καὶ βλαστὸς ἐκ καλοῦ τε καὶ εὐγενοῦς ᾠοῦ σπέρμα συγγενὲς ἐγεννήθην ἡμέρας.
我是克罗诺斯的长子,是一颗从美丽而高贵之卵中萌发出的嫩芽,作为与一日同源的种子而诞生。
καὶ οὐκ ἔστι τόπος τῆς οἰκουμένης εἰς ὃν ἐγὼ οὐκ ἀφῖγμαι, διαδοὺς πᾶσιν ὧν ἐγὼ εὑρετὴς ἐγενόμην. ”
在有人居住的世界中,没有一个地方是我未曾涉足的,我把我所发现的一切全部分享给了所有人。
§1.27.6τοσαῦτα τῶν γεγραμμένων ἐν ταῖς στήλαις φασὶ δύνασθαι ἀναγνῶναι, τὰ δʼ ἄλλα ὄντα πλείω κατεφθάρθαι διὰ τὸν χρόνον.
” 他们说,在石碑上所写的内容中,只能读出这么多,其余更多的部分已随时间流逝而磨损。
τὰ μὲν οὖν περὶ τῆς ταφῆς τῶν θεῶν τούτων διαφωνεῖται παρὰ τοῖς πλείστοις διὰ τὸ τοὺς ἱερεῖς ἐν ἀπορρήτοις παρειληφότας τὴν περὶ τούτων ἀκρίβειαν μὴ βούλεσθαι τἀληθὲς ἐκφέρειν εἰς τοὺς πολλούς, ὡς ἂν καὶ κινδύνων ἐπικειμένων τοῖς τἀπόρρητα περὶ τῶν θεῶν τούτων μηνύσασιν εἰς τοὺς ὄχλους.
因此,关于这些神明的安葬,在大多数人中存在争议,因为祭司们在秘仪中继承了关于此事的精确真相,因而不愿向公众泄露实情,据说也是因为向群众泄露关于这些神明的秘密的人会面临危险。