Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.24.1-1.24.8

赫拉克勒斯与珀耳修斯的埃及起源说

第 25 段,共 406 段 · 希腊语

内容简介

解释了埃及人认为赫拉克勒斯是源自埃及的古老英雄的依据,并提到珀耳修斯也出生于埃及,而伊西斯的传说则被希腊人通过伊俄的神话转移到了阿耳戈斯。

§1.24.1καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα, διʼ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης, καὶ τὴν ἐπὶ τῆς Λιβύης θέσθαι στήλην· ὑπὲρ οὗ πειρῶνται τὰς ἀποδείξεις παρὰ τῶν Ἑλλήνων λαμβάνειν.
因为据他们说,赫拉克勒斯按出身也是埃及人,他凭借勇气走遍了大部分人烟所及的世界,并在利比亚立起了自己的柱子;关于他,他们试图从希腊人那里获取证据。
§1.24.2ὁμολογουμένου γὰρ ὄντος παρὰ πᾶσιν ὅτι τοῖς Ὀλυμπίοις θεοῖς Ἡρακλῆς συνηγωνίσατο τὸν πρὸς τοὺς γίγαντας πόλεμον, φασὶ τῇ γῇ μηδαμῶς ἁρμόττειν γεγεννηκέναι τοὺς γίγαντας κατὰ τὴν ἡλικίαν ἣν οἱ Ἕλληνές φασιν Ἡρακλέα γεγενῆσθαι, γενεᾷ πρότερον τῶν Τρωικῶν, ἀλλὰ μᾶλλον, ὡς αὐτοὶ λέγουσι, κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ἀνθρώπων· ἀπʼ ἐκείνης μὲν γὰρ παρʼ Αἰγυπτίοις ἔτη καταριθμεῖσθαι πλείω τῶν μυρίων, ἀπὸ δὲ τῶν Τρωικῶν ἐλάττω τῶν χιλίων καὶ διακοσίων.
因为众所公认,赫拉克勒斯曾与奥林匹斯诸神并肩作战对抗巨人,所以他们说,大地绝不可能在希腊人所说的赫拉克勒斯出生的那个时代——即特洛伊战争前一代——孕育出那些巨人,而更应该像他们自己所说的那样,是在人类最初诞生的时代;因为在埃及人的计算中,从那个时代至今已有一万多年,而从特洛伊战争至今则少于一千二百年。
§1.24.3ὁμοίως δὲ τό τε ῥόπαλον καὶ τὴν λεοντῆν τῷ παλαιῷ πρέπειν Ἡρακλεῖ διὰ τὸ κατʼ ἐκείνους τοὺς χρόνους μήπω τῶν ὅπλων εὑρημένων τοὺς ἀνθρώπους τοῖς μὲν ξύλοις ἀμύνεσθαι τοὺς ἀντιταττομένους, ταῖς δὲ δοραῖς τῶν θηρίων σκεπαστηρίοις ὅπλοις χρῆσθαι.
同样,他们说木棒和狮皮也适合古老的赫拉克勒斯,因为在那个时代,武器尚未发明,人们用木棒抵御对手,并用野兽的皮作为防护性防具。
καὶ Διὸς μὲν υἱὸν αὐτὸν ἀναγορεύουσι, μητρὸς δὲ ἧς ἐστιν οὔ φασι γινώσκειν.
他们宣称他是宙斯之子,但又说不知道他的母亲是谁。
§1.24.4τὸν δʼ ἐξ Ἀλκμήνης γενόμενον ὕστερον πλείοσιν ἔτεσιν ἢ μυρίοις, Ἀλκαῖον ἐκ γενετῆς καλούμενον, ὕστερον Ἡρακλέα μετονομασθῆναι, οὐχ ὅτι διʼ Ἥραν ἔσχε κλέος, ὥς φησιν ὁ Μᾶτρις, ἀλλʼ ὅτι τὴν αὐτὴν ἐζηλωκὼς προαίρεσιν Ἡρακλεῖ τῷ παλαιῷ τὴν ἐκείνου δόξαν ἅμα καὶ προσηγορίαν ἐκληρονόμησε.
而在此后一万多年由阿尔克墨涅所生、出生时被称为阿尔卡伊奥斯的那个人,后来被改名为赫拉克勒斯,并非如马特里斯所说是因为他通过赫拉获得了名声,而是因为他热切效法古老赫拉克勒斯的相同志向,从而同时继承了他的名声和名字。
§1.24.5συμφωνεῖν δὲ τοῖς ὑφʼ ἑαυτῶν λεγομένοις καὶ τὴν παρὰ τοῖς Ἕλλησιν ἐκ πολλῶν χρόνων παραδεδομένην φήμην, ὅτι καθαρὰν τὴν γῆν τῶν θηρίων ἐποίησεν Ἡρακλῆς· ὅπερ μηδαμῶς ἁρμόττειν τῷ γεγονότι σχεδὸν κατὰ τοὺς Τρωικοὺς χρόνους, ὅτε τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐξημέρωτο γεωργίαις καὶ πόλεσι καὶ πλήθει τῶν κατοικούντων τὴν χώραν πανταχοῦ.
他们还说,在希腊人中流传已久的传说也与他们自己的说法相一致,即赫拉克勒斯清除了土地上的野兽;但这绝不适合生活在接近特洛伊时代的那个人,因为在那个时代,人烟所及的世界大部分地区早已通过农业、城市以及各地密集的居民而开垦殆尽。
§1.24.6μᾶλλον οὖν πρέπειν τῷ γεγονότι κατὰ τοὺς ἀρχαίους χρόνους τὴν ἡμέρωσιν τῆς χώρας, κατισχυομένων ἔτι τῶν ἀνθρώπων ὑπὸ τοῦ πλήθους τῶν θηρίων, καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον καὶ τὴν ὑπερκειμένην χώραν μέχρι τοῦ νῦν ἔρημον οὖσαν καὶ θηριώδη.
因此,开垦土地(驱逐野兽)更适合生活在古代的那个人,当时人类仍然受到大量野兽的压制,特别是在埃及以及其上方的地区,直至今日那里依然是荒凉且野兽横行的。
§1.24.7εἰκὸς γὰρ ταύτης ὡς πατρίδος προνοηθέντα τὸν Ἡρακλέα, καὶ καθαρὰν τὴν γῆν τῶν θηρίων ποιήσαντα, παραδοῦναι τοῖς γεωργοῖς τὴν χώραν, καὶ διὰ τὴν εὐεργεσίαν τυχεῖν ἰσοθέου τιμῆς.
因为很可能赫拉克勒斯将这片土地视为自己的祖国而加以关照,清除了土地上的野兽,并将土地交给了农夫,他也因这一恩泽而获得了等同于神明的荣誉。
§1.24.8φασὶ δὲ καὶ τὸν Περσέα γεγονέναι κατʼ Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφέρεσθαι, μυθολογούντων τὴν Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν.
他们还说,珀耳修斯也出生在埃及,而伊西斯的诞生被希腊人转移到了阿耳戈斯,因为他们编造了关于被变成牝牛模样的伊俄的神话。

词汇与语法注释

  1. 1.24.1Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα, διʼ ἀνδρείαν ἐπελθεῖν — 承接前句动词 φασί(他们说)所引导的间接引语(宾格不定式结构)。Ἡρακλέα 是不定式 ἐπελθεῖν 和 θέσθαι 的逻辑主语(宾格),分词 ὄντα 作其伴随状语,τὸ γένος 是表示“在出身方面”的关系宾格(限定宾格)。
  2. 1.24.2ὁμολογουμένου γὰρ ὄντος — 使用中性现在分词 ὄντος 的无人称属格绝对结构,后续的 ὅτι 从句(“赫拉克勒斯曾与奥林匹斯诸神并肩作战”)在逻辑上充当主语。
  3. 1.24.4οὐχ ὅτι διʼ Ἥραν ἔσχε κλέος — 此处否定了马特里斯关于赫拉克勒斯(Heracles)名字的通俗词源解释(即因“赫拉”而获得“名声”)。通过 οὐχ ὅτι... ἀλλʼ ὅτι...(不是因为……而是因为……)的对比结构,解释了希腊的赫拉克勒斯改名的真正原因。
  4. 1.24.5ὅπερ μηδαμῶς ἁρμόττειν — 关系代词 ὅπερ 以前文的整个内容(赫拉克勒斯清除土地上野兽的传说)为先行词,并在间接引语(宾格不定式结构)的语境中,充当不定式 ἁρμόττειν 的宾格主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.24.1-1.24.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.24.1-1.24.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。