§1.24.1καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα, διʼ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης, καὶ τὴν ἐπὶ τῆς Λιβύης θέσθαι στήλην·
というのも、ヘラクレスもまたその出自においてはエジプト人であり、その勇気によって人が住む世界の多くを巡り、リビアに自らの柱を建てたのであると言われているからである。
ὑπὲρ οὗ πειρῶνται τὰς ἀποδείξεις παρὰ τῶν Ἑλλήνων λαμβάνειν.
彼ら(エジプト人)はこのことについて、ギリシア人からその証拠を得ようと試みている。
§1.24.2ὁμολογουμένου γὰρ ὄντος παρὰ πᾶσιν ὅτι τοῖς Ὀλυμπίοις θεοῖς Ἡρακλῆς συνηγωνίσατο τὸν πρὸς τοὺς γίγαντας πόλεμον, φασὶ τῇ γῇ μηδαμῶς ἁρμόττειν γεγεννηκέναι τοὺς γίγαντας κατὰ τὴν ἡλικίαν ἣν οἱ Ἕλληνές φασιν Ἡρακλέα γεγενῆσθαι, γενεᾷ πρότερον τῶν Τρωικῶν, ἀλλὰ μᾶλλον, ὡς αὐτοὶ λέγουσι, κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ἀνθρώπων·
すなわち、ヘラクレスがオリンポスの神々とともにギガスたちとの戦いで共闘したということは万人によって同意されているのであるから、ギリシア人がヘラクレスの生まれた時代とする、トロイア戦争の一世代前という時期に、大地がギガスたちを産み出したということは全く適合しないと彼らは言う。 むしろ、彼ら自身が言うように、人類の最初の誕生の時代とする方が適合するのである。
ἀπʼ ἐκείνης μὲν γὰρ παρʼ Αἰγυπτίοις ἔτη καταριθμεῖσθαι πλείω τῶν μυρίων, ἀπὸ δὲ τῶν Τρωικῶν ἐλάττω τῶν χιλίων καὶ διακοσίων.
なぜなら、エジプト人の計算では、その(人類の始まりの)時代からは一万年以上の歳月が数えられるのに対し、トロイア戦争の時代からは千二百年未満しか経っていないからである。
§1.24.3ὁμοίως δὲ τό τε ῥόπαλον καὶ τὴν λεοντῆν τῷ παλαιῷ πρέπειν Ἡρακλεῖ διὰ τὸ κατʼ ἐκείνους τοὺς χρόνους μήπω τῶν ὅπλων εὑρημένων τοὺς ἀνθρώπους τοῖς μὲν ξύλοις ἀμύνεσθαι τοὺς ἀντιταττομένους, ταῖς δὲ δοραῖς τῶν θηρίων σκεπαστηρίοις ὅπλοις χρῆσθαι.
同様に、棍棒と獅子の皮も古い時代のヘラクレスにふさわしいものであると彼らは言う。 なぜなら、その時代にはまだ武器が発明されていなかったため、人間は木によって敵対する者を防ぎ、獣の皮を防護用の武具として用いていたからである。
καὶ Διὸς μὲν υἱὸν αὐτὸν ἀναγορεύουσι, μητρὸς δὲ ἧς ἐστιν οὔ φασι γινώσκειν.
また、彼らは彼をゼウスの息子であると宣言するが、母親が誰であるかは知らないと言う。
§1.24.4τὸν δʼ ἐξ Ἀλκμήνης γενόμενον ὕστερον πλείοσιν ἔτεσιν ἢ μυρίοις, Ἀλκαῖον ἐκ γενετῆς καλούμενον, ὕστερον Ἡρακλέα μετονομασθῆναι, οὐχ ὅτι διʼ Ἥραν ἔσχε κλέος, ὥς φησιν ὁ Μᾶτρις, ἀλλʼ ὅτι τὴν αὐτὴν ἐζηλωκὼς προαίρεσιν Ἡρακλεῖ τῷ παλαιῷ τὴν ἐκείνου δόξαν ἅμα καὶ προσηγορίαν ἐκληρονόμησε.
そして、のちに一万年以上経ってからアルクメネから生まれた者は、生まれつきはアルカイオスと呼ばれていたが、のちにヘラクレスと改名されたのである。 それは、マトリスが言うように、彼がヘラのおかげで名声を得たからではなく、彼が古いヘラクレスと同じ志を熱心に追い求め、その名声と名前を同時に受け継いだからであると彼らは言う。
§1.24.5συμφωνεῖν δὲ τοῖς ὑφʼ ἑαυτῶν λεγομένοις καὶ τὴν παρὰ τοῖς Ἕλλησιν ἐκ πολλῶν χρόνων παραδεδομένην φήμην, ὅτι καθαρὰν τὴν γῆν τῶν θηρίων ἐποίησεν Ἡρακλῆς·
また、彼ら自身の主張と一致しているのは、ヘラクレスが土地から野獣を一掃したという、ギリシア人の間で古くから伝えられている伝説である。
ὅπερ μηδαμῶς ἁρμόττειν τῷ γεγονότι σχεδὸν κατὰ τοὺς Τρωικοὺς χρόνους, ὅτε τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐξημέρωτο γεωργίαις καὶ πόλεσι καὶ πλήθει τῶν κατοικούντων τὴν χώραν πανταχοῦ.
しかし、このことは、トロイア戦争の時代に極めて近い頃に生まれた者には全く適合しない。 なぜならその時代には、人が住む世界のほとんどの地域が農耕や都市、そして各地に住む住人の多さによって、すでに開拓されていたからである。
§1.24.6μᾶλλον οὖν πρέπειν τῷ γεγονότι κατὰ τοὺς ἀρχαίους χρόνους τὴν ἡμέρωσιν τῆς χώρας, κατισχυομένων ἔτι τῶν ἀνθρώπων ὑπὸ τοῦ πλήθους τῶν θηρίων, καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον καὶ τὴν ὑπερκειμένην χώραν μέχρι τοῦ νῦν ἔρημον οὖσαν καὶ θηριώδη.
したがって、土地の開拓は古代の時代に生まれた者にこそ、よりいっそうふさわしい。 その時代、人間は野獣の多さにいまだ圧倒されており、特にエジプトや、今日に至るまで不毛で野獣の横行するその上方の地域においてはそうであった。
§1.24.7εἰκὸς γὰρ ταύτης ὡς πατρίδος προνοηθέντα τὸν Ἡρακλέα, καὶ καθαρὰν τὴν γῆν τῶν θηρίων ποιήσαντα, παραδοῦναι τοῖς γεωργοῖς τὴν χώραν, καὶ διὰ τὴν εὐεργεσίαν τυχεῖν ἰσοθέου τιμῆς.
なぜなら、ヘラクレスがこの地を自らの祖国として配慮し、土地から野獣を一掃して農夫たちにその土地を引き渡し、その恩恵のゆえに神に等しい栄誉を得たということは尤もだからである。
§1.24.8φασὶ δὲ καὶ τὸν Περσέα γεγονέναι κατʼ Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφέρεσθαι, μυθολογούντων τὴν Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν.
さらに彼らは、ペルセウスもエジプトで生まれたと言い、イシスの誕生が、牝牛の姿に変えられたイオの神話を語るギリシア人によってアルゴスへと移し替えられたのだと言っている。