Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.25.1-1.25.7

伊西斯与奥西里斯的希腊化身及伊西斯的医术

第 26 段,共 406 段 · 希腊语

内容简介

记述了希腊人对埃及神明(伊西斯和奥西里斯)的各种命名与诠释,以及伊西斯通过梦境展现的治愈能力与其子荷鲁斯的复活。

§1.25.1καθόλου δὲ πολλή τίς ἐστι διαφωνία περὶ τούτων τῶν θεῶν.
总的来说,关于这些神明存在着极大的分歧。
τὴν αὐτὴν γὰρ οἱ μὲν Ἶσιν, οἱ δὲ Δήμητραν, οἱ δὲ Θεσμοφόρον, οἱ δὲ Σελήνην, οἱ δὲ Ἥραν, οἱ δὲ πάσαις ταῖς προσηγορίαις ὀνομάζουσι.
因为对于同一位女神,有些人称她为伊西斯,有些人称为德墨忒尔,有些人称为忒斯摩福罗斯,有些人称为塞勒涅,有些人称为赫拉,还有些人用所有这些名称来称呼她。
§1.25.2τὸν δὲ Ὄσιριν οἱ μὲν Σάραπιν, οἱ δὲ Διόνυσον, οἱ δὲ Πλούτωνα, οἱ δὲ Ἄμμωνα, τινὲς δὲ Δία, πολλοὶ δὲ Πᾶνα τὸν αὐτὸν νενομίκασι· λέγουσι δέ τινες Σάραπιν εἶναι τὸν παρὰ τοῖς Ἕλλησι Πλούτωνα ὀνομαζόμενον.
而对于奥西里斯,有些人认为他就是萨拉皮斯,有些人认为他是狄奥尼索斯,有些人认为他是普路托,有些人认为他是阿蒙,有些人认为他是宙斯,许多人则认为他是潘;还有些人说,萨拉皮斯就是在希腊人中被称为普路托的那位。
φασὶ δʼ Αἰγύπτιοι τὴν Ἶσιν φαρμάκων τε πολλῶν πρὸς ὑγίειαν εὑρέτιν γεγονέναι καὶ τῆς ἰατρικῆς ἐπιστήμης μεγάλην ἔχειν ἐμπειρίαν· §1.25.3διὸ καὶ τυχοῦσαν τῆς ἀθανασίας ἐπὶ ταῖς θεραπείαις τῶν ἀνθρώπων μάλιστα χαίρειν, καὶ κατὰ τοὺς ὕπνους τοῖς ἀξιοῦσι διδόναι βοηθήματα, φανερῶς ἐπιδεικνυμένην τήν τε ἰδίαν ἐπιφάνειαν καὶ τὸ πρὸς τοὺς δεομένους τῶν ἀνθρώπων εὐεργετικόν.
埃及人说,伊西斯发明了许多促进健康的药物,并且在医学科学方面拥有丰富的经验;因此,她在获得不死(神性)之后,最乐于治疗人类,并在人们入睡时向祈求者提供帮助,清晰地展现出她自己的显现以及对需要帮助的人类的恩惠。
§1.25.4ἀποδείξεις δὲ τούτων φασὶ φέρειν ἑαυτοὺς οὐ μυθολογίας ὁμοίως τοῖς Ἕλλησιν, ἀλλὰ πράξεις ἐναργεῖς· πᾶσαν γὰρ σχεδὸν τὴν οἰκουμένην μαρτυρεῖν ἑαυτοῖς, εἰς τὰς ταύτης τιμὰς φιλοτιμουμένην διὰ τὴν ἐν ταῖς θεραπείαις ἐπιφάνειαν.
他们说,关于这些事,他们所提供的证据不像希腊人那样是神话,而是昭彰的事实;因为,由于她在此类治疗中的显现,几乎整个人烟所及的世界都在竞相向她献上荣耀,从而为他们作证。
§1.25.5κατὰ γὰρ τοὺς ὕπνους ἐφισταμένην διδόναι τοῖς κάμνουσι βοηθήματα πρὸς τὰς νόσους, καὶ τοὺς ὑπακούσαντας αὐτῇ παραδόξως ὑγιάζεσθαι· καὶ πολλοὺς μὲν ὑπὸ τῶν ἰατρῶν διὰ τὴν δυσκολίαν τοῦ νοσήματος ἀπελπισθέντας ὑπὸ ταύτης σώζεσθαι, συχνοὺς δὲ παντελῶς πηρωθέντας τὰς ὁράσεις ἤ τινα τῶν ἄλλων μερῶν τοῦ σώματος, ὅταν πρὸς ταύτην τὴν θεὸν καταφύγωσιν, εἰς τὴν προϋπάρξασαν ἀποκαθίστασθαι τάξιν.
因为在人们入睡时,她会临在并向病患提供针对疾病的帮助,而顺从她的人则会奇迹般地康复;许多因疾病棘手而被医生放弃的人被她救活,还有许多视觉或身体其他部分完全残缺的人,当他们向这位女神寻求庇护时,便恢复到原先的状态。
§1.25.6εὑρεῖν δʼ αὐτὴν καὶ τὸ τῆς ἀθανασίας φάρμακον, διʼ οὗ τὸν υἱὸν Ὧρον, ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθʼ ὕδατος, μὴ μόνον ἀναστῆσαι, δοῦσαν τὴν ψυχήν, §1.25.7ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν.
他们还说,她还发现了长生不死之药,并凭此不仅使被提坦神族谋害、在水中被发现死亡的儿子荷鲁斯复活,赋予他灵魂,而且还使他分享了长生不死。
δοκεῖ δʼ ὕστατος τῶν θεῶν οὗτος βασιλεῦσαι μετὰ τὴν τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνθρώπων μετάστασιν.
这位神明被认为是其父亲奥西里斯离开人间后,最后一位统治的神明。
τὸν δὲ Ὧρον μεθερμηνευόμενόν φασιν Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ τῶν θεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος.
他们说,荷鲁斯翻译过来就是阿波罗,他从母亲伊西斯那里学到了医学和占卜之术,并通过神谕和治疗造福人类。

词汇与语法注释

  1. §1.25.1τὴν αὐτὴν — 阴性单数宾格的指示代名词,在语境中指代“同一位女神”。它从前文统指的“这些神明”(τῶν θεῶν)中代表女性神(伊西斯),并与后文的 Ἶσιν, Δήμητραν 等阴性神名在性、数、格上保持一致。
  2. §1.25.3τυχοῦσαν ... χαίρειν ... ἐπιδεικνυμένην — 这是由 §1.25.2 中的 φασὶ δʼ Αἰγύπτιοι(埃及人说……)所主导的间接引语(宾格加不定式结构)的延续。由于主语是宾格阴性单数的 τὴν Ἶσιν,因此修饰主语的分词 τυχοῦσαν 和 ἐπιδεικνυμένην 也相应地呈现宾格阴性单数形式。
  3. §1.25.6καθʼ ὕδατος — 介词 κατά 接属格,在此表示“在水下”或“在水中”,简洁地描绘了荷鲁斯沉入水中死亡的神话背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.25.1-1.25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.25.1-1.25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。