Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.19.1-1.19.8

尼罗河水患治理与奥西里斯远征印度

第 20 段,共 406 段 · 希腊语

内容简介

叙述了尼罗河的洪水灾害与赫拉克勒斯的治理过程,阐明了河流名称的演变,并记录了奥西里斯在埃塞俄比亚边境筑堤治水后远征印度的历史。

§1.19.1τούτων δʼ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν·
当他们正忙于这些事务时,据说在天狼星升起之时,即该河最常泛滥的季节,尼罗河决口并淹没了埃及的大片土地,尤其是冲向了普罗米修斯所管辖的那个地区。
διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως.
由于该地区的几乎所有东西都被摧毁,普罗米修斯因悲伤而面临着自愿结束生命的危险。
§1.19.2διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχθέντος ῥεύματος τὸν μὲν ποταμὸν Ἀετὸν ὀνομασθῆναι, τὸν δʼ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι.
由于倾泻而下的洪流的迅猛和剧烈,这条河被称为“雕”;但心怀大志、崇尚勇敢的赫拉克勒斯,迅速堵住了决口,并将河流引回其原先的流向。
§1.19.3διὸ καὶ τῶν παρʼ Ἕλλησι ποιητῶν τινας εἰς μῦθον ἀγαγεῖν τὸ πραχθέν, ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος τὸν τὸ τοῦ Προμηθέως ἧπαρ ἐσθίοντα.
由于这个原因,希腊诗人们中的一些人将这一事迹编入神话,说是赫拉克勒斯射杀了那只吞食普罗米修斯肝脏的雕。
§1.19.4τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός· ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Ἀετὸν ὀνομασθῆναι, ὕστερον δʼ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώρας προσαγορευθῆναι· μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
据说这条河最古老的名字是俄刻阿内斯,用希腊语写就是俄刻阿诺斯;随后由于发生的决口而被命名为“雕”;再后来,它以统治该国的国王的名字被命名为“埃古普托斯”;据说诗人也证明了这一点,他说:“在埃古普托斯河里停泊了我那双舷弯曲的船只。
κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς θάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου· τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως.
”因为在被称为托尼斯的地方,河流在此注入大海,该地自古以来就是埃及的贸易港口;最后,它从曾统治这里的国王内勒斯那里得到了现在所拥有的名字。
§1.19.5τὸν δʼ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆς Αἰθιοπίας ὅρους τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθʼ ὅσον ἂν ᾖ χρεία.
无论如何,奥西里斯来到埃塞俄比亚边界后,在河流的两侧修筑堤坝将其约束,使得在河水泛滥时,土地不会过度积水成灾,而是通过建造的一些水闸,根据需要让水流平缓地流入。
§1.19.6ἔπειτα ποιήσασθαι τὴν πορείαν διʼ Ἀραβίας παρὰ τὴν Ἐρυθρὰν θάλατταν ἕως Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης.
随后,他沿着红海穿过阿拉伯,一直旅行到印度以及人类居住世界的边缘。
§1.19.7κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καθʼ ἣν ἐτράφη κατʼ Αἴγυπτον.
他还在印度建造了不少城市,并在其中命名了一座为尼萨,希望借此留下他在埃及抚养长大之地的纪念。
φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρʼ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν.
他还在印度的尼萨种植了常春藤,这种植物在印度及其邻近地区中,仅存于该地。
§1.19.8πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατʼ ἐκείνην τὴν χώραν, διʼ ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.
他还在那片土地上留下了许多其他自己到过的迹象,受此引导,后世的印度人争夺这位神明,声声称他的种族是印度人。

词汇与语法注释

  1. §1.19.1διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν — 以名词短语 ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν 为主语的属格绝对格分词结构,表示普罗米修斯企图自杀的“原因”(因为该地区几乎所有的东西都被摧毁)。
  2. §1.19.3ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος — 带连接词 ὡς 的属格绝对结构,用于引出主观见解或诗人们所传述的神话内容(声称赫拉克勒斯杀死了那只雕)。
  3. §1.19.4στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας — 引用自荷马《奥德赛》第14卷第258行(或第17卷第427行)。此处作为文献证据,证明“埃古普托斯”在古代不仅是国名,也被用作该河流(尼罗河)本身的名称。
  4. §1.19.8ἀμφισβητῆσαι τοῦ θεοῦ — 动词 ἀμφισβητέω 支配属格(τοῦ θεοῦ),意为“争夺……的所有权”或“声称……属于自己”。此处表示后世的印度人声称该神明(奥西里斯)属于他们自己的族群。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.19.1-1.19.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.19.1-1.19.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。