§1.19.1τούτων δʼ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν·
彼らがこれらのことに携わっている間、シリウス星の昇る頃、すなわちこの川が最も満水になるのが常である季節に、ナイル川が決壊してエジプトの多くの土地を洪水で沈め、とりわけプロメテウスが管理していた地域に押し寄せたと言われている。
διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως.
そして、この地方のほとんどすべてのものが破壊されたため、プロメテウスは悲しみのあまり、自ら命を絶つ危機に瀕したという。
§1.19.2διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχθέντος ῥεύματος τὸν μὲν ποταμὸν Ἀετὸν ὀνομασθῆναι, τὸν δʼ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι.
そして、流れ落ちる急流の鋭さと激しさのゆえに、この川は「鷲」と名付けられたが、偉大な志を抱き、勇敢さに憧れていたヘラクレスが、発生した決壊口を速やかに塞ぎ、川をそれまで流れていた元の流れへと戻したと言われている。
§1.19.3διὸ καὶ τῶν παρʼ Ἕλλησι ποιητῶν τινας εἰς μῦθον ἀγαγεῖν τὸ πραχθέν, ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος τὸν τὸ τοῦ Προμηθέως ἧπαρ ἐσθίοντα.
この理由から、ギリシア人の詩人のある者たちはこの出来事を神話に仕立て上げ、ヘラクレスがプロメテウスの肝臓を喰らっていた鷲を退治したとしたのである。
§1.19.4τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός· ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Ἀετὸν ὀνομασθῆναι, ὕστερον δʼ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώρας προσαγορευθῆναι·
また、この川は最古の時代にはオケアネスという名を持っており、これはギリシア語ではオケアノスであるが、その後、発生した決壊のゆえにアエトスと名付けられ、後にはその国を治めた王の名にちなんでアイギュプトスと呼ばれるようになったと言われている。
μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
そして、詩人も「アイギュプトス川に双湾の船をとどめ」と言ってこれを証言している。
κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς θάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου·
というのも、トニスと呼ばれる場所のあたりで川が海へと注いでいるが、この場所は古くはエジプトの交易港であったからである。
τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως.
そして最後に、川はかつて支配した王ネイルスにちなんで、現在持っている名前を得るに至ったのである。
§1.19.5τὸν δʼ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆς Αἰθιοπίας ὅρους τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθʼ ὅσον ἂν ᾖ χρεία.
ともあれ、オシリスはエチオピアの国境に到達すると、川の両側に堤防を築いてこれをせき止め、川が満水に達した際にも土地が必要以上に冠水することなく、作られた水門を通じて、必要とされる分だけ穏やかに流れが導入されるようにした。
§1.19.6ἔπειτα ποιήσασθαι τὴν πορείαν διʼ Ἀραβίας παρὰ τὴν Ἐρυθρὰν θάλατταν ἕως Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης.
その後、彼は紅海に沿ってアラビアを通り、インド、さらには人間が住む世界の最果てに至る旅路を進んだ。
§1.19.7κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καθʼ ἣν ἐτράφη κατʼ Αἴγυπτον.
彼はインドに少なくない都市を建設し、その中にニサという名をも与えたが、これは彼がエジプトにおいて育てられた地の記念を残そうと望んだからであった。
φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρʼ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν.
また、彼はインドのニサにツタを植え、この植物はインドおよびその隣接する地方において、ただその場所だけに今なお残っている。
§1.19.8πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατʼ ἐκείνην τὴν χώραν, διʼ ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.
彼はまた、その地に彼がいたことの多くの証を残し、これに導かれた後世のインド人たちは、この神の所有権を主張して、彼はインドの血統であると言い張るようになった。