§1.20.1γενέσθαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας.
据说他还参与了猎象活动,并在到处留下了自己远征的纪念碑。
ἐπελθεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην.
他还巡视了亚洲的其他各民族,并通过赫勒斯滂海峡进入欧洲。
§1.20.2καὶ κατὰ μὲν τὴν Θρᾴκην Λυκοῦργον τὸν βασιλέα τῶν βαρβάρων ἐναντιούμενον τοῖς ὑπʼ αὐτοῦ πραττομένοις ἀποκτεῖναι, Μάρωνα δὲ γηραιὸν ἤδη καθεστῶτα καταλιπεῖν ἐπιμελητὴν τῶν ἐν ταύτῃ τῇ χώρᾳ φυτευομένων, καὶ κτίστην αὐτὸν ποιῆσαι τῆς ἐπωνύμου πόλεως, ἣν ὀνομάσαι Μαρώνειαν.
在色雷斯,他杀死了反对他所作所为的蛮族国王吕库古;而将已经年迈的马龙留下来,作为该地区种植作物的管理者,并使他成为以其名字命名的城市的建立者,他将这座城市命名为马罗内亚。
§1.20.3καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπʼ ἐκείνου προσαγορευθείσης Μακεδονίας, Τριπτολέμῳ δʼ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας.
他还将儿子马其顿留下来,作为以其名字命名的马其顿的国王,并将阿提卡地区的农业托付给特里普托勒摩斯。
τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελθόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι.
最后,奥西里斯巡视了整个有人居住的世界,用最温和的作物造福了人类的共同生活。
§1.20.4εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως.
如果有什么土地不接受葡萄藤的种植,他就传授用大麦制成的饮料,这种饮料在香气和效力上并不比葡萄酒差多少。
§1.20.5ἐπανελθόντα δʼ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόθεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεθος τῶν εὐεργεσιῶν συμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀθανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοις τιμήν.
回到埃及后,他从各地带回了最珍贵的礼物,并由于其恩惠的伟大,获得了所有人一致同意的永生以及与天神同等的荣耀。
§1.20.6μετὰ δὲ ταῦτʼ ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν.
在此之后,他从人间逝去进入神界,得到了伊西斯和赫尔墨斯所献的祭祀以及其他最显赫的荣耀。
τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγαλύνοντας τοῦ θεοῦ τὴν δύναμιν.
这两位还确立了入会仪式,并神秘地引入了许多事物,颂扬这位神明的力量。