§1.18.1τῷ δʼ οὖν Ὀσίριδι συνεστρατεῦσθαι δύο λέγουσιν υἱοὺς Ἄνουβίν τε καὶ Μακεδόνα, διαφέροντας ἀνδρείᾳ.
据说奥西里斯有两个在勇气上出众的儿子,阿努比斯和马其顿,与他一同远征。
ἀμφοτέρους δὲ χρήσασθαι τοῖς ἐπισημοτάτοις ὅπλοις ἀπό τινων ζῴων οὐκ ἀνοικείων τῇ περὶ αὐτοὺς εὐτολμίᾳ· τὸν μὲν γὰρ Ἄνουβιν περιθέσθαι κυνῆν, τὸν δὲ Μακεδόνα λύκου προτομήν· ἀφʼ ἧς αἰτίας καὶ τὰ ζῷα ταῦτα τιμηθῆναι παρὰ τοῖς Αἰγυπτίοις.
而且据说两人都使用了极具特色的、源自某些动物的武装,这与他们自身的勇敢并无不合;因为阿努比斯戴着狗皮头盔,而马其顿则戴着狼头盔;由于这个原因,这些动物也在埃及人中受到了尊崇。
§1.18.2παραλαβεῖν δʼ ἐπὶ τὴν στρατείαν καὶ τὸν Πᾶνα, διαφερόντως ὑπὸ τῶν Αἰγυπτίων τιμώμενον· τούτῳ γὰρ τοὺς ἐγχωρίους οὐ μόνον ἀγάλματα πεποιηκέναι κατὰ πᾶν ἱερόν, ἀλλὰ καὶ πόλιν ἐπώνυμον κατὰ τὴν Θηβαΐδα, καλουμένην μὲν ὑπὸ τῶν ἐγχωρίων Χεμμώ, μεθερμηνευομένην δὲ Πανὸς πόλιν.
据说他还带上了潘一同远征,潘在埃及人中特别受到尊崇;因为当地居民不仅在每座神庙里为他造了神像,而且还在底比斯地区建造了一座以他的名字命名的城市,当地人称之为凯姆莫,翻译过来就是“潘之城”。
συνέπεσθαι δὲ καὶ τῆς γεωργίας ἐμπειρίαν ἔχοντας, τῆς μὲν περὶ τὴν ἄμπελον φυτείας Μάρωνα, τοῦ δὲ κατὰ τὸν σῖτον σπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον.
据说那些在农业方面有经验的人也一同随行:关于葡萄种植的是马隆,关于粮食播种和整体收获的是特里普托勒摩斯。
§1.18.3πάντων δʼ εὐτρεπῶν γενομένων τὸν Ὄσιριν, εὐξάμενον τοῖς θεοῖς θρέψειν τὴν κόμην μέχρι ἂν εἰς Αἴγυπτον ἀνακάμψῃ, τὴν πορείαν ποιεῖσθαι διʼ Αἰθιοπίας· διʼ ἣν αἰτίαν μέχρι τῶν νεωτέρων χρόνων ἐνισχῦσαι τὸ περὶ τῆς κόμης νόμιμον παρʼ Αἰγυπτίοις, καὶ τοὺς ποιουμένους τὰς ἀποδημίας μέχρι τῆς εἰς οἶκον ἀνακομιδῆς κομοτροφεῖν.
当一切准备就绪后,据说奥西里斯向神明许愿说,在他回到埃及之前将一直蓄发,然后取道埃塞俄比亚开始了旅程;由于这个原因,关于蓄发的习俗在埃及人中一直延续到较近的时代,那些出门远行的人也会一直蓄发,直到返回家园。
§1.18.4ὄντι δʼ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας.
据说当他在埃塞俄比亚一带时,萨堤罗斯族人被带到了他的面前,据说他们的腰部生有毛发。
εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾅδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δʼ ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφʼ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι.
因为奥西里斯生性喜好笑谑,并喜爱音乐和舞蹈;因此他也随身带着许多音乐家,其中有九位能歌善舞且在其他方面受过良好教育的少女,她们在希腊人中被称为缪斯;据说阿波罗是她们的领袖,他也因此被称为“缪斯之领袖”。
§1.18.5τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας.
据说萨堤罗斯们因为非常适合舞蹈、唱歌、所有的放松和游戏,也被带去参加了远征;因为奥西里斯并不好战,也不排兵布阵和冒险,因为每一个民族都因其恩惠而将他视为神明予以接纳。
§1.18.6κατὰ δὲ τὴν Αἰθιοπίαν διδάξαντα τοὺς ἀνθρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους.
在埃塞俄比亚,他教授了人们关于农业的知识,并建造了值得称道的城市,之后他留下了管理该地区并征收税款的人。