Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.17.1-1.17.5

奥西里斯的世界远征准备与出发

第 18 段,共 406 段 · 希腊语

内容简介

本段叙述了奥西里斯计划通过远征教授人类农业,并在将内政托付给伊西斯并妥善安置赫尔墨斯、赫拉克勒斯等人后出发远征,以及阿波罗与月桂树、奥西里斯与常春藤的渊源。

§1.17.1τὸν δὲ Ὄσιριν λέγουσιν, ὥσπερ εὐεργετικὸν ὄντα καὶ φιλόδοξον, στρατόπεδον μέγα συστήσασθαι, διανοούμενον ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὸν σπόρον τοῦ τε πυρίνου καὶ κριθίνου καρποῦ·
人们说,奥西里斯因为乐善好施且追求名誉,便组建了一支大军,意图走遍整个有人居住的世界,并教授人类葡萄的种植以及小麦和大麦作物的播种。
§1.17.2ὑπολαμβάνειν γὰρ αὐτὸν ὅτι παύσας τῆς ἀγριότητος τοὺς ἀνθρώπους καὶ διαίτης ἡμέρου μεταλαβεῖν ποιήσας τιμῶν ἀθανάτων τεύξεται διὰ τὸ μέγεθος τῆς εὐεργεσίας.
因为他认为,通过使人们摆脱野蛮并让他们分享温和的生活方式,他将因其恩惠的伟大而获得不朽的荣耀。
ὅπερ δὴ καὶ γενέσθαι· οὐ μόνον γὰρ τοὺς κατʼ ἐκείνους τοὺς χρόνους τυχόντας τῆς δωρεᾶς ταύτης, ἀλλὰ καὶ πάντας τοὺς μετὰ ταῦτα ἐπιγενομένους διὰ τὴν ἐν ταῖς εὑρεθείσαις τροφαῖς χάριτα τοὺς εἰσηγησαμένους ὡς ἐπιφανεστάτους θεοὺς τετιμηκέναι.
而这确实发生了;因为不仅当时有幸获得这一恩赐的人,而且此后的所有后代,都因为对所发现食物的感激,将这些引进者尊奉为最显赫的神明。
§1.17.3τὸν δʼ οὖν Ὄσιρίν φασι τὰ κατὰ τὴν Αἴγυπτον καταστήσαντα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν Ἴσιδι τῇ γυναικὶ παραδόντα, ταύτῃ μὲν παρακαταστῆσαι σύμβουλον τὸν Ἑρμῆν διὰ τὸ φρονήσει τοῦτον διαφέρειν τῶν ἄλλων φίλων, καὶ στρατηγὸν μὲν ἀπολιπεῖν ἁπάσης τῆς ὑφʼ αὑτὸν χώρας Ἡρακλέα γένει τε προσήκοντα καὶ θαυμαζόμενον ἐπʼ ἀνδρείᾳ τε καὶ σώματος ῥώμῃ, ἐπιμελητὰς δὲ τάξαι τῶν μὲν πρὸς Φοινίκην κεκλιμένων μερῶν καὶ τῶν ἐπὶ θαλάττῃ τόπων Βούσιριν, τῶν δὲ κατὰ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον, αὐτὸν δʼ ἐκ τῆς Αἰγύπτου μετὰ τῆς δυνάμεως ἀναζεῦξαι πρὸς τὴν στρατείαν, ἔχοντα μεθʼ αὑτοῦ καὶ τὸν ἀδελφόν, ὃν οἱ Ἕλληνες Ἀπόλλωνα καλοῦσιν.
总之,他们说奥西里斯在整顿了埃及的国政并将全境的主导权移交给妻子伊西斯之后,因为赫尔墨斯在智慧上优于其他友人,便让他作为顾问留守在伊西斯身边,并留下他的亲属、因勇气和肉体力量而备受赞誉的赫拉克勒斯,作为他治下所有领土的将军。 此外,他任命布西里斯为面向腓尼基的地区和沿海地带的管理者,任命安泰俄斯为埃塞俄比亚和利比亚地区的管理者;而他自己则率领军队从埃及出发进行远征,随行的还有被希腊人称为阿波罗的兄弟。
§1.17.4εὑρετὴν δὲ καὶ τοῦτόν φασι γενέσθαι τοῦ φυτοῦ τῆς δάφνης, ἣν καὶ περιτιθέασι τούτῳ τῷ θεῷ μάλιστα πάντες ἄνθρωποι.
据说这位兄弟也是月桂树的发现者,几乎所有人都特别将这种植物作为冠冕戴在这一神明头上。
τοῦ δὲ κιττοῦ τὴν εὕρεσιν ἀνατιθέασιν Ὀσίριδι, καὶ καθιεροῦσιν αὐτὸν τούτῳ τῷ θεῷ, καθάπερ καὶ οἱ Ἕλληνες Διονύσῳ.
而他们将常春藤的发现归功于奥西里斯,并将其奉献给这位神明,就像希腊人对狄奥尼索斯所做的那样。
§1.17.5καὶ κατὰ τὴν Αἰγυπτίων μὲν διάλεκτον ὀνομάζεσθαί φασι τὸν κιττὸν φυτὸν Ὀσίριδος, προκεκρίσθαι δὲ τῆς ἀμπέλου τοῦτον πρὸς τὴν ἀφιέρωσιν διὰ τὸ τὴν μὲν φυλλορροεῖν, τὸν δὲ πάντα τὸν χρόνον ἀειθαλῆ διαμένειν·
据说在埃及人的语言中,常春藤被称为“奥西里斯的植物”;在奉献时,常春藤比葡萄更受欢迎,因为葡萄会落叶,而常春藤则终年常青。
ὅπερ τοὺς παλαιοὺς καὶ ἐφʼ ἑτέρων φυτῶν ἀεὶ θαλλόντων πεποιηκέναι, τῇ μὲν Ἀφροδίτῃ τὴν μυρσίνην, τῷ δʼ Ἀπόλλωνι τὴν δάφνην προσάψαντας.
古代人对其他常青植物也采取了同样做法,将香桃木归于阿佛洛狄忒,将月桂树归于阿波罗。

词汇与语法注释

  1. 1.17.1ὥσπερ εὐεργετικὸν ὄντα — 带有连接词 ὥσπερ 的宾格分词 ὄντα 修饰不定式 συστήσασθαι 的逻辑主语 τὸν Ὄσιριν。ὥσπερ 与分词连用,表示行为者的主观动机或原因。
  2. 1.17.2ὅπερ δὴ καὶ γενέσθαι — 关系代词 ὅπερ 以前文的整个内容(奥西里斯认为自己将获得不朽荣耀的预想)为先行词。不定式 γενέσθαι 作为由主句动词 λέγουσιν 引导的间接引语的一部分(或作为历史不定式)起作用。
  3. 1.17.2τετιμηκέναι — 以完成式活性不定式 τετιμηκέναι 为核心的长句。其逻辑主语是由 οὐ μόνον... ἀλλὰ καὶ... 并列的两个分词短语(τοὺς τυχόντας 和 πάντας τοὺς ἐπιγενομένους),直接宾语是 τοὺς εἰσηγησαμένους,宾语补足语是 ὡς ἐπιφανεστάτους θεοὺς。
  4. 1.17.3τὸν δʼ οὖν Ὄσιρίν — 整句的核心结构是以宾格的 τὸν ... Ὄσιριν 为主语,后接一系列由 φασί 引导的不定式(παρακαταστῆσαι、ἀπολιπεῖν、τάξαι、ἀναζεῦξαι)。句首的 καταστήσαντα 和 παραδόντα 是表示在这些不定式动作发生之前的先决情况的分词。
  5. 1.17.5τὴν μὲν ... τὸν δὲ — 冠词的代词性用法。阴性单数宾格的 τὴν μὲν 指代前文的阴性名词 τῆς ἀμπέλου(葡萄),而阳性单数宾格的 τὸν δὲ 指代同样在前的阳性名词 τοῦτον(即 τὸν κιττόν,常春藤)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.17.1-1.17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.17.1-1.17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。