Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.17.1-1.17.5

オシリスの世界遠征の準備と出発

18 / 406 箇所 · ギリシア語

要旨

オシリスが人類に農業を教える遠征を企て、イシスに内政を委ね、ヘルメスやヘラクレスらを適所に配置して遠征に出発したこと、およびアポロンと月桂樹、オシリスとキヅタの結びつきについて述べられている。

§1.17.1τὸν δὲ Ὄσιριν λέγουσιν, ὥσπερ εὐεργετικὸν ὄντα καὶ φιλόδοξον, στρατόπεδον μέγα συστήσασθαι, διανοούμενον ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὸν σπόρον τοῦ τε πυρίνου καὶ κριθίνου καρποῦ·
人々はオシリスについて、彼が慈善的であり名誉を重んじる者であったので、居住世界全体を訪れて、ブドウの栽培や小麦および大麦の作物の播種を人類に教えることを意図して、大軍を組織したと言っている。
§1.17.2ὑπολαμβάνειν γὰρ αὐτὸν ὅτι παύσας τῆς ἀγριότητος τοὺς ἀνθρώπους καὶ διαίτης ἡμέρου μεταλαβεῖν ποιήσας τιμῶν ἀθανάτων τεύξεται διὰ τὸ μέγεθος τῆς εὐεργεσίας.
というのも、彼は人間を野蛮から引き離し、穏やかな暮らしを分かち合わせるようにすることで、その恩恵の大きさのゆえに不死の栄誉を得るだろうと考えたからである。
ὅπερ δὴ καὶ γενέσθαι·
そして、まさにそのことが起こった。
οὐ μόνον γὰρ τοὺς κατʼ ἐκείνους τοὺς χρόνους τυχόντας τῆς δωρεᾶς ταύτης, ἀλλὰ καὶ πάντας τοὺς μετὰ ταῦτα ἐπιγενομένους διὰ τὴν ἐν ταῖς εὑρεθείσαις τροφαῖς χάριτα τοὺς εἰσηγησαμένους ὡς ἐπιφανεστάτους θεοὺς τετιμηκέναι.
当時この贈り物を得た人々だけでなく、その後に生まれたすべての人々も、発見された食物による恵みのゆえに、それらを導入した者たちを、最も顕著な神々として崇めたのである。
§1.17.3τὸν δʼ οὖν Ὄσιρίν φασι τὰ κατὰ τὴν Αἴγυπτον καταστήσαντα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν Ἴσιδι τῇ γυναικὶ παραδόντα, ταύτῃ μὲν παρακαταστῆσαι σύμβουλον τὸν Ἑρμῆν διὰ τὸ φρονήσει τοῦτον διαφέρειν τῶν ἄλλων φίλων, καὶ στρατηγὸν μὲν ἀπολιπεῖν ἁπάσης τῆς ὑφʼ αὑτὸν χώρας Ἡρακλέα γένει τε προσήκοντα καὶ θαυμαζόμενον ἐπʼ ἀνδρείᾳ τε καὶ σώματος ῥώμῃ, ἐπιμελητὰς δὲ τάξαι τῶν μὲν πρὸς Φοινίκην κεκλιμένων μερῶν καὶ τῶν ἐπὶ θαλάττῃ τόπων Βούσιριν, τῶν δὲ κατὰ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον, αὐτὸν δʼ ἐκ τῆς Αἰγύπτου μετὰ τῆς δυνάμεως ἀναζεῦξαι πρὸς τὴν στρατείαν, ἔχοντα μεθʼ αὑτοῦ καὶ τὸν ἀδελφόν, ὃν οἱ Ἕλληνες Ἀπόλλωνα καλοῦσιν.
そこで人々は、オシリスがエジプトの国政を整え、全土の支配権を妻のイシスに委ねたのち、彼女には、知恵において他の友人たちよりも優れているという理由でヘルメスを相談役として傍らに付け、自らの配下にある全領土の将軍としては、親族であり、その勇気と肉体の強健さによって称賛されていたヘラクレスを残したと言っている。 さらに、フェニキアに面する地方と海沿いの地域にはブシリスを、エチオピアとリビアに面する地域にはアンタイオスを管理者として任命し、彼自身は軍勢とともに、ギリシア人がアポロンと呼ぶ兄弟をも伴って、エジプトから遠征へと出発した。
§1.17.4εὑρετὴν δὲ καὶ τοῦτόν φασι γενέσθαι τοῦ φυτοῦ τῆς δάφνης, ἣν καὶ περιτιθέασι τούτῳ τῷ θεῷ μάλιστα πάντες ἄνθρωποι.
そして、この兄弟もまた月桂樹の発見者であったと言われており、すべての人間がとりわけこの神にそれを冠として授けている。
τοῦ δὲ κιττοῦ τὴν εὕρεσιν ἀνατιθέασιν Ὀσίριδι, καὶ καθιεροῦσιν αὐτὸν τούτῳ τῷ θεῷ, καθάπερ καὶ οἱ Ἕλληνες Διονύσῳ.
他方、キヅタの発見はオシリスに帰せられており、ギリシア人がディオニュソスに対してそうするように、彼らはオシリスにこの植物を捧げている。
§1.17.5καὶ κατὰ τὴν Αἰγυπτίων μὲν διάλεκτον ὀνομάζεσθαί φασι τὸν κιττὸν φυτὸν Ὀσίριδος, προκεκρίσθαι δὲ τῆς ἀμπέλου τοῦτον πρὸς τὴν ἀφιέρωσιν διὰ τὸ τὴν μὲν φυλλορροεῖν, τὸν δὲ πάντα τὸν χρόνον ἀειθαλῆ διαμένειν·
また、エジプト人の言葉では、キヅタは「オシリスの植物」と呼ばれていると言われている。 そして、ブドウは葉を落とすのに対してキヅタは常に常緑を保つという理由で、神に捧げるにあたってキヅタがブドウよりも好まれた。
ὅπερ τοὺς παλαιοὺς καὶ ἐφʼ ἑτέρων φυτῶν ἀεὶ θαλλόντων πεποιηκέναι, τῇ μὲν Ἀφροδίτῃ τὴν μυρσίνην, τῷ δʼ Ἀπόλλωνι τὴν δάφνην προσάψαντας.
この同じことを古代の人々も、アプロディテにはミルトスを、アポロンには月桂樹を結びつけることによって、他の常緑の植物についても行ってきたのである。

語釈・文法注

  1. 1.17.1ὥσπερ εὐεργετικὸν ὄντα — 接続詞 ὥσπερ を伴う対格分詞 ὄντα は、不定詞 συστήσασθαι の意味上の主語である τὸν Ὄσιριν を修飾する。ὥσπερ は分詞とともに用いられて、行為者の主観的な動機や理由を表す。
  2. 1.17.2ὅπερ δὴ καὶ γενέσθαι — 関係代名詞 ὅπερ は前文の内容全体(オシリスが不朽の栄誉を得ることになるという考え)を先行詞とし、不定詞 γενέσθαι は、歴史的不定詞あるいは主節の λέγουσιν に導かれる間接話法の一部として機能している。
  3. 1.17.2τετιμηκέναι — 完了活性不定詞 τετιμηκέναι を核とする長大な文。その意味上の主語は οὐ μόνον... ἀλλὰ καὶ... で並置された二つの分詞句(τοὺς τυχόντας と πάντας τοὺς ἐπιγενομένους)であり、目的語は τοὺς εἰσηγησαμένους、補語は ὡς ἐπιφανεστάτους θεοὺς である。
  4. 1.17.3τὸν δʼ οὖν Ὄσιρίν — 文全体の骨格は、対格の τὸν ... Ὄσιριν を主語とし、φασί に導かれる一連の不定詞(παρακαταστῆσαι, ἀπολιπεῖν, τάξαι, ἀναζεῦξαι)から構成される。文頭の καταστήσαντα と παραδόντα は、これらの不定詞の作用に先立つ状況を表す分詞である。
  5. 1.17.5τὴν μὲν ... τὸν δὲ — 冠詞の代名詞的用法。女性単数対格の τὴν μὲν は先行する女性名詞 τῆς ἀμπέλου(ブドウ)を指し、男性単数対格の τὸν δὲ は同じく先行する男性名詞 τοῦτον(= τὸν κιττόν, キヅタ)を指している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.17.1-1.17.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.17.1-1.17.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。