§1.15.1κτίσαι δέ φασι τοὺς περὶ τὸν Ὄσιριν πόλιν ἐν τῇ Θηβαΐδι τῇ κατʼ Αἴγυπτον ἑκατόμπυλον, ἣν ἐκείνους μὲν ἐπώνυμον ποιῆσαι τῆς μητρός, τοὺς δὲ μεταγενεστέρους αὐτὴν ὀνομάζειν Διὸς πόλιν, ἐνίους δὲ Θήβας.
据说,奥西里斯及其同伴在埃及的底比斯地区建立了一座百门之城,他们以其母亲的名字命名该城,而后来的人们称其为“宙斯之城(迪奥斯波利斯)”,有些人则称其为“底比斯”。
§1.15.2ἀμφισβητεῖται δʼ ἡ κτίσις τῆς πόλεως ταύτης οὐ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρʼ αὐτοῖς τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι· πολλοὶ γὰρ ἱστοροῦσιν οὐχ ὑπὸ τῶν περὶ τὸν Ὄσιριν κτισθῆναι τὰς Θήβας, ἀλλὰ πολλοῖς ὕστερον ἔτεσιν ὑπό τινος βασιλέως, περὶ οὗ τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
然而,关于这座城市的建立,不仅在历史学家之间存在争议,在埃及祭司本身之间也存在分歧;因为许多人记载,底比斯并不是由奥西里斯及其同伴建立的,而是许多年之后由某位国王建立的,关于这位国王,我们将在适当的时间做详细记载。
§1.15.3ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων Διός τε καὶ Ἥρας ἀξιόλογον τῷ τε μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ, καὶ ναοὺς χρυσοῦς δύο Διός, τὸν μὲν μείζονα τοῦ οὐρανίου, τὸν δὲ ἐλάττονα τοῦ βεβασιλευκότος καὶ πατρὸς αὐτῶν, ὅν τινες Ἄμμωνα καλοῦσι.
据说,他们还为他们的父母宙斯和赫拉建立了一座规模和其他奢华程度都非常显赫的神庙,并为宙斯建造了两座黄金神庙,较大的一座属于天上的宙斯,较小的一座则属于曾作为国王统治过他们的父亲,有些人称这位父亲为阿蒙。
§1.15.4κατασκευάσαι δὲ καὶ τῶν ἄλλων θεῶν τῶν προειρημένων ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς.
此外,他们还为前述的其他神明建造了黄金神庙,向他们每一位分配了荣耀,并任命了负责管理这些神庙的祭司。
προτιμᾶσθαι δὲ παρὰ τῷ Ὀσίριδι καὶ τῇ Ἴσιδι τοὺς τὰς τέχνας ἀνευρίσκοντας ἢ μεθοδεύοντάς τι τῶν χρησίμων·
在奥西里斯和伊西斯那里,那些发现技艺或设计出任何有益之物的人尤其受到器重。
§1.15.5διόπερ ἐν τῇ Θηβαΐδι χαλκουργείων εὑρεθέντων καὶ χρυσείων ὅπλα τε κατασκευάσασθαι, δι’ ὧν τὰ θηρία κτείνοντας καὶ τὴν γῆν ἐργαζομένους φιλοτίμως ἐξημερῶσαι τὴν χώραν, ἀγάλματά τε καὶ χρυσοῦς ναοὺς κατασκευάσασθαι τῶν θεῶν διαπρεπεῖς.
因此,在底比斯地区发现了铜矿和金矿后,他们制造了武器,通过这些武器杀死野兽并耕作土地,热忱地开垦了这片土地,并为神明制作了卓越的雕像和黄金神庙。
§1.15.6γενέσθαι δὲ καὶ φιλογέωργον τὸν Ὄσιριν, καὶ τραφῆναι μὲν τῆς εὐδαίμονος Ἀραβίας ἐν Νύσῃ πλησίον Αἰγύπτου Διὸς ὄντα παῖδα, καὶ τὴν προσηγορίαν ἔχειν παρὰ τοῖς Ἕλλησιν ἀπό τε τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον ὀνομασθέντα.
据说奥西里斯也热爱农耕,作为宙斯之子,他在靠近埃及的幸福阿拉伯的尼萨长大,而在希腊人中,他因其父亲和该地方而被命名为狄奥尼索斯,从而获得了这个称呼。
§1.15.7μεμνῆσθαι δὲ τῆς Νύσης καὶ τὸν ποιητὴν ἐν τοῖς ὕμνοις, ὅτι περὶ τὴν Αἴγυπτον γέγονεν, ἐν οἷς λέγει
"ἔστι δέ τις Νύση, ὕπατον ὄρος ἀνθέον ὕλῃ,"
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
诗人也在其赞歌中提到了尼萨,称其位于埃及附近,在诗中他写道: “有一座尼萨山,它是森林繁茂的最高山峰,远离腓尼基,靠近埃及的河流。
§1.15.8εὑρετὴν δʼ αὐτὸν γενέσθαι φασὶ τῆς ἀμπέλου περὶ τὴν Νῦσαν, καὶ τὴν κατεργασίαν τοῦ ταύτης καρποῦ προσεπινοήσαντα πρῶτον οἴνῳ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν χρῆσιν τοῦ οἴνου καὶ τὴν συγκομιδὴν αὐτοῦ καὶ τήρησιν.
” 据说,他是在尼萨附近发现了葡萄藤,并进一步想出了加工其果实的方法,成为第一个饮用葡萄酒的人,并教授其他人葡萄藤的种植、葡萄酒的使用,以及它的收获和保存。
§1.15.9τιμᾶσθαι δʼ ὑπʼ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον.
据说,赫尔墨斯最受他的器重,因为赫尔墨斯被赋予了非凡的才华,能够发明有利于共同生活的事物。