§1.15.1κτίσαι δέ φασι τοὺς περὶ τὸν Ὄσιριν πόλιν ἐν τῇ Θηβαΐδι τῇ κατʼ Αἴγυπτον ἑκατόμπυλον, ἣν ἐκείνους μὲν ἐπώνυμον ποιῆσαι τῆς μητρός, τοὺς δὲ μεταγενεστέρους αὐτὴν ὀνομάζειν Διὸς πόλιν, ἐνίους δὲ Θήβας.
また、彼らは、オシリスとその仲間たちがエジプトのテーバイド地方に百門の都を創建したと言っており、彼らはその都を自分たちの母親にちなんで名付けたが、後世の人々はこれを「ゼウスの都(ディオスポリス)」と呼び、一部の人々は「テーベ」と呼んでいる。
§1.15.2ἀμφισβητεῖται δʼ ἡ κτίσις τῆς πόλεως ταύτης οὐ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρʼ αὐτοῖς τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι·
しかし、この都市の創建については、歴史家たちの間だけでなく、エジプトの神官たちの間でも議論が分かれている。
πολλοὶ γὰρ ἱστοροῦσιν οὐχ ὑπὸ τῶν περὶ τὸν Ὄσιριν κτισθῆναι τὰς Θήβας, ἀλλὰ πολλοῖς ὕστερον ἔτεσιν ὑπό τινος βασιλέως, περὶ οὗ τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
というのも、多くの者が、テーベはオシリスとその仲間たちによって創建されたのではなく、それより何年も後に、ある王によって創建されたと記録しているからであり、その王については、適切な時期に個別に記述することにする。
§1.15.3ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων Διός τε καὶ Ἥρας ἀξιόλογον τῷ τε μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ, καὶ ναοὺς χρυσοῦς δύο Διός, τὸν μὲν μείζονα τοῦ οὐρανίου, τὸν δὲ ἐλάττονα τοῦ βεβασιλευκότος καὶ πατρὸς αὐτῶν, ὅν τινες Ἄμμωνα καλοῦσι.
また彼らは、自分たちの両親であるゼウスとヘラのために、その規模においてもその他の豪華さにおいても注目すべき神殿を建立し、またゼウスのために二つの金の神殿を建てたが、大きい方は天上のゼウスの神殿、小さい方はかつて王として統治した彼らの父の神殿であり、この父を一部の人々はアモンと呼んでいる。
§1.15.4κατασκευάσαι δὲ καὶ τῶν ἄλλων θεῶν τῶν προειρημένων ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς.
さらに、前述の他の神々のために金の神殿を建設し、そのそれぞれに名誉を配分し、それらを管理する神官を任命した。
προτιμᾶσθαι δὲ παρὰ τῷ Ὀσίριδι καὶ τῇ Ἴσιδι τοὺς τὰς τέχνας ἀνευρίσκοντας ἢ μεθοδεύοντάς τι τῶν χρησίμων·
そして、オシリスとイシスの間では、技術を発見した者や、有益な何かを考案した者が特に重んじられた。
§1.15.5διόπερ ἐν τῇ Θηβαΐδι χαλκουργείων εὑρεθέντων καὶ χρυσείων ὅπλα τε κατασκευάσασθαι, δι’ ὧν τὰ θηρία κτείνοντας καὶ τὴν γῆν ἐργαζομένους φιλοτίμως ἐξημερῶσαι τὴν χώραν, ἀγάλματά τε καὶ χρυσοῦς ναοὺς κατασκευάσασθαι τῶν θεῶν διαπρεπεῖς.
それゆえ、テーバイド地方において銅鉱と金鉱が発見されたとき、彼らは武器を製造し、それによって野生動物を退治し、土地を耕して、その地方を熱心に開拓し、神々のための際立った像や金の神殿を製作した。
§1.15.6γενέσθαι δὲ καὶ φιλογέωργον τὸν Ὄσιριν, καὶ τραφῆναι μὲν τῆς εὐδαίμονος Ἀραβίας ἐν Νύσῃ πλησίον Αἰγύπτου Διὸς ὄντα παῖδα, καὶ τὴν προσηγορίαν ἔχειν παρὰ τοῖς Ἕλλησιν ἀπό τε τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον ὀνομασθέντα.
またオシリスは農耕を愛し、エジプトに近い、幸福なるアラビアのニーサにおいてゼウスの子として育てられ、ギリシア人の間では、父と地名にちなんでディオニュソスと名付けられてその呼び名を得た。
§1.15.7μεμνῆσθαι δὲ τῆς Νύσης καὶ τὸν ποιητὴν ἐν τοῖς ὕμνοις, ὅτι περὶ τὴν Αἴγυπτον γέγονεν, ἐν οἷς λέγει
"ἔστι δέ τις Νύση, ὕπατον ὄρος ἀνθέον ὕλῃ,"
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
詩人もまた、その讃歌の中でニーサに言及し、それがエジプトの近くにあったとしている。 その中で詩人は次のように歌っている。 「ニーサという、森が咲き誇る最高峰の山があり、それはフェニキアから遠く、エジプトの流れに近い。
§1.15.8εὑρετὴν δʼ αὐτὸν γενέσθαι φασὶ τῆς ἀμπέλου περὶ τὴν Νῦσαν, καὶ τὴν κατεργασίαν τοῦ ταύτης καρποῦ προσεπινοήσαντα πρῶτον οἴνῳ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν χρῆσιν τοῦ οἴνου καὶ τὴν συγκομιδὴν αὐτοῦ καὶ τήρησιν.
」また彼らは、彼自身がニーサの近くで葡萄を発見し、その果実の加工法をも考案して、最初にワインを飲み、他の人々に葡萄の栽培、ワインの使用、そしてその収穫と保管を教えたと言っている。
§1.15.9τιμᾶσθαι δʼ ὑπʼ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον.
そして、共同の生活に益をもたらすことができるものを考案するために並外れた天性を授けられていたヘルメスが、彼によって何よりも尊ばれた。