§1.10.1φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου.
さて、エジプト人たちが言うには、万物の最初の生成の際、エジプトの土地の気候の温暖さと、ナイル川の性質のゆえに、エジプトにおいて最初の人間が誕生した。
τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα·
というのも、この川はきわめて多産であり、自生する食物を提供するため、生まれた生き物たちを容易に育てるからである。
τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθʼ ἕτερα τροφὴν ἑτοίμην παρέχεσθαι τῷ γένει τῶν ἀνθρώπων.
すなわち、葦の根や蓮、さらにはエジプト豆や、コルサイオンと呼ばれるもの、その他多くの同様のものが、人類に用意された食物を提供したのである。
§1.10.2τῆς δʼ ἐξ ἀρχῆς παρʼ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαΐδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι·
彼らの間における最初期の生物誕生の証拠として、彼らは、現在でもテバイス地方の土地が特定の時期に、それを見た人々が驚愕するほど、数多くかつ巨大なネズミを生み出すという事実を挙げようとしている。
ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου.
なぜなら、それらのうちのあるものは、胸と前足までは形が作られていて動き始めているものの、体の残りの部分は形が作られておらず、泥塊がなお自然のままの状態にとどまっているからである。
§1.10.3ἐκ τούτου δʼ εἶναι φανερὸν ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καθεστώσης μάλιστʼ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατʼ Αἴγυπτον χώρα·
このことから明らかなのは、世界の最初の形成期において大地の気候が温暖であったとき、エジプトの地こそが最も人間の誕生を促したであろうということだ。
καὶ γὰρ νῦν, οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνῃ ταύτῃ θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα.
というのも現在、他の土地のどこもそのようなものを一切生み出していないのに、この地においてのみ、いくつかの生物が不可思議な仕方で誕生するのが観察されるからである。
§1.10.4καθόλου δὲ λέγουσιν, εἴτε κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφθάρη τὰ πλεῖστα τῶν ζῴων, εἰκὸς μάλιστα διασεσῶσθαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον, εἴτε, καθάπερ τινές φασι, παντελοῦς γενομένης τῶν ἐμψύχων φθορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε τῶν ζῴων φύσεις, ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν ταύτῃ τῇ χώρᾳ.
また、彼らは概括して次のように言っている。 デウカリオンの時代の洪水によってほとんどの動物が滅びたとしても、エジプトの南部に住む人々が最もよく生き残ったというのはありそうなことである。 彼らの土地は大部分が雨の降らない土地だからである。 あるいは、一部の人々が言うように、生物の完全な絶滅が起こり、地球が再び最初から動物の新しい性質を生み出したのだとしても、やはりこの説によっても、生物の根源的な誕生をこの土地に帰するのがふさわしい。
§1.10.5τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῷ παρʼ ἑαυτοῖς γινομένῳ καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσθαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων ζωογονίαν.
なぜなら、他所で降る大雨が、彼らの地で発生する熱気と交じり合うことで、万物の最初の生命誕生のために空気が最も適した状態になったというのはありそうなことだからである。
§1.10.6καὶ γὰρ ἐν τοῖς καθʼ ἡμᾶς ἔτι χρόνοις κατὰ τὴν ἐπίκλυστον Αἴγυπτον ἐν τοῖς ὀψίμοις τῶν ὑδάτων φανερῶς ὁρᾶσθαι γεννωμένας φύσεις ἐμψύχων·
実際、私たちの時代においてさえ、浸水したエジプトでは、水が引く後期に、生物の姿が生成されるのがはっきりと見られるからである。
§1.10.7ὅταν γὰρ τοῦ ποταμοῦ τὴν ἀναχώρησιν ποιουμένου τὴν πρώτην τῆς ἰλύος ὁ ἥλιος διαξηράνῃ, φασὶ συνίστασθαι ζῷα, τινὰ μὲν εἰς τέλος ἀπηρτισμένα, τινὰ δὲ ἡμιτελῆ καὶ πρὸς αὐτῇ συμφυῆ τῇ γῇ.
というのも、川が最初の退水を行うとき、太陽が泥を乾燥させると、動物たちが形成されると言われており、あるものは完全に完成しているが、あるものは未完成で大地そのものに合着したままであるからだ。