§1.11.1τοὺς δʼ οὖν κατʼ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης.
据说,古时在埃及诞生的人们仰望宇宙和万物的本性,既惊叹又赞美,便设想有两个永恒且最初的神,即太阳和月亮,他们将前者命名为奥西里斯,将后者命名为伊西斯,这两个称呼都是根据某种词源而赋予的。
§1.11.2μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφθαλμον, εἰκότως· πανταχῇ γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν.
因为将这些名字翻译成希腊语的方式时,奥西里斯就是“多眼之神”,这很合理;因为他将光芒投向各处,如同用许多只眼睛注视着整个陆地和海洋。
καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
诗人也说了与此一致的话: “太阳啊,你注视着一切,也倾听着一切。
§1.11.3τῶν δὲ παρʼ Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι καὶ Σείριον παρωνύμως· ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν
"ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν,"
Ὀρφεὺς δὲ
"τούνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. "
” 在希腊的古代神话作家中,有些人将奥西里斯称为狄奥尼索斯,并根据派生名将其称为天狼星;其中尤摩尔波斯在《巴克科斯诗篇》中说: “星光闪耀的狄奥尼索斯,在光芒中燃烧,” 奥菲斯则说: “因此人们称他为法涅斯和狄奥尼索斯。
§1.11.4φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφθαι.
” 还有些人说,他身上披着鹿皮衣,是由于星辰的斑斓多样而系在他身上的。
τὴν δὲ Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμένης τῆς προσηγορίας ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως.
而伊西斯被翻译过来就是“古老的”,这一称呼是由于她那永恒而古老的起源而赋予的。
κέρατα δʼ αὐτῇ ἐπιτιθέασιν ἀπό τε τῆς ὄψεως ἣν ἔχουσα φαίνεται καθʼ ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδής, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρʼ Αἰγυπτίοις.
人们在她头上安上角,既是因为她在呈现新月形时所展现的外观,也是因为在埃及人中奉献给她的母牛。
§1.11.5τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δʼ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ·
他们认为,这些神统治着整个宇宙,通过由春季、夏季和冬季这三个以无形运动完成其循环的季节,养育并增长万物;而这些季节虽然彼此性质极其相反,却以极佳的和谐完成了全年的循环。
φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δʼ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι.
他们还认为,这些神为万物的生命诞生贡献了最大的本性,前者贡献了火和气息的本性,后者贡献了湿和干的本性,两者共同贡献了空气的本性;通过这些,万物得以诞生和抚育。
§1.11.6διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπʼ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.
因此,万物本性的整个身体也是由太阳和月亮共同完成的,而它们的上述五个部分——气息、火、干燥,以及湿润,最后是空气——正如我们在人身上数出头部、双手、双脚和其他部分一样,宇宙的整个身体也是以同样的方式由上述五个部分组成的。