Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.1.1-1.1.5

普遍史的益处与对历史学家的赞扬

第 2 段,共 406 段 · 希腊语

内容简介

作者赞扬了撰写普遍史的历史学家的伟大贡献,并将个人经验中伴随危险与痛苦的学习,与历史所提供的无害且普适的教学进行对比,将历史的功能与神圣摄理相提并论。

§1.1.1τοῖς τὰς κοινὰς ἱστορίας πραγματευσαμένοις μεγάλας χάριτας ἀπονέμειν δίκαιον πάντας ἀνθρώπους, ὅτι τοῖς ἰδίοις πόνοις ὠφελῆσαι τὸν κοινὸν βίον ἐφιλοτιμήθησαν· ἀκίνδυνον γὰρ διδασκαλίαν τοῦ συμφέροντος εἰσηγησάμενοι καλλίστην ἐμπειρίαν διὰ τῆς πραγματείας ταύτης περιποιοῦσι τοῖς ἀναγινώσκουσιν.
所有人理应向那些撰写普遍史的人表达巨大的感激,因为他们力图以自己的个人辛劳来造福共同的生活;因为他们引入了关于有益之事的无险教学,通过这一著作给读者提供了最优秀的经验。
§1.1.2ἡ μὲν γὰρ ἐκ τῆς πείρας ἑκάστου μάθησις μετὰ πολλῶν πόνων καὶ κινδύνων ποιεῖ τῶν χρησίμων ἕκαστα διαγινώσκειν, καὶ διὰ τοῦτο τῶν ἡρώων ὁ πολυπειρότατος μετὰ μεγάλων ἀτυχημάτων πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· ἡ δὲ διὰ τῆς ἱστορίας περιγινομένη σύνεσις τῶν ἀλλοτρίων ἀποτευγμάτων τε καὶ κατορθωμάτων ἀπείρατον κακῶν ἔχει τήν διδασκαλίαν.
因为从每个人的实际经验中获得的学习,是在历经许多辛劳和危险之后,才让人识别出每件有益之事的,正因如此,英雄中最阅历丰富的那位在历经巨大的不幸之后,才“看见了许多人的城市并了解了他们的心智”;相反,通过历史获得的、对他人失败与成功的理解,则带有一种未历经灾祸的教学。
§1.1.3ἔπειτα πάντας ἀνθρώπους, μετέχοντας μὲν τῆς πρὸς ἀλλήλους συγγενείας, τόποις δὲ καὶ χρόνοις διεστηκότας, ἐφιλοτιμήθησαν ὑπὸ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἀγαγεῖν, ὥσπερ τινὲς ὑπουργοὶ τῆς θείας προνοίας γενηθέντες.
此外,他们力图将所有人——尽管他们彼此具有亲缘关系,却在空间和时间上彼此分离——带入同一个且相同的体系之中,仿佛成了神圣摄理的某种助手。
ἐκείνη τε γὰρ τὴν τῶν ὁρωμένων ἄστρων διακόσμησιν καὶ τὰς ἀνθρώπων φύσεις εἰς κοινὴν ἀναλογίαν συνθεῖσα κυκλεῖ συνεχῶς ἅπαντα τὸν αἰῶνα, τὸ ἐπιβάλλον ἑκάστοις ἐκ τῆς πεπρωμένης μερίζουσα, οἵ τε τὰς κοινὰς τῆς οἰκουμένης πράξεις καθάπερ μιᾶς πόλεως ἀναγράψαντες ἕνα λόγον καὶ κοινὸν χρηματιστήριον τῶν συντετελεσμένων ἀπέδειξαν τὰς ἑαυτῶν πραγματείας.
因为,正如前者(摄理)将可见星辰的秩序和人类的本性结合成一个共同的比例,并在整个永恒中不断地使其运转,把源于命运的份额分给每一个人,同样,那些将居住世界的共同事迹如同一个城市的历史般记录下来的人,也将自己的著作呈现为对已完成之事的单一叙述和共同集散地。
§1.1.4καλὸν γὰρ τὸ δύνασθαι τοῖς τῶν ἄλλων ἀγνοήμασι πρὸς διόρθωσιν χρῆσθαι παραδείγμασι, καὶ πρὸς τὰ συγκυροῦντα ποικίλως κατὰ τὸν βίον ἔχειν μὴ ζήτησιν τῶν πραττομένων, ἀλλὰ μίμησιν τῶν ἐπιτετευγμένων.
因为,能够将他人的错误作为纠正的范例来使用,并且面对生活中各种发生的事态,不是去摸索该怎么做,而是去模仿已经成功的事情,这是极好的。
καὶ γὰρ τοὺς πρεσβυτάτους ταῖς ἡλικίαις ἅπαντες τῶν νεωτέρων προκρίνουσιν ἐν ταῖς συμβουλίαις διὰ τὴν ἐκ τοῦ χρόνου περιγεγενημένην αὐτοῖς ἐμπειρίαν· ἧς τοσοῦτον ὑπερέχειν συμβέβηκε τὴν ἐκ τῆς ἱστορίας μάθησιν ὅσον καὶ τῷ πλήθει τῶν πραγμάτων προτεροῦσαν αὐτὴν ἐπεγνώκαμεν.
事实上,在咨询中,所有人都会因为时间给年长者带来的经验而更看重他们,胜过年轻者;而从历史中获得的学习,其超越这种经验的程度,正如同我们所认识到的,历史在事件的数量上也占据优势一样。
διὸ καὶ πρὸς ἁπάσας τὰς τοῦ βίου περιστάσεις χρησιμωτάτην ἄν τις εἶναι νομίσειε τὴν ταύτης ἀνάληψιν.
因此,任何人都会认为,掌握历史对于生活中的一切境遇都是最用有益的。
§1.1.5τοῖς μὲν γὰρ νεωτέροις τὴν τῶν γεγηρακότων περιποιεῖ σύνεσιν, τοῖς δὲ πρεσβυτέροις πολλαπλασιάζει τὴν ὑπάρχουσαν ἐμπειρίαν, καὶ τοὺς μὲν ἰδιώτας ἀξίους ἡγεμονίας κατασκευάζει, τοὺς δʼ ἡγεμόνας τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέπεται τοῖς καλλίστοις τῶν ἔργων ἐπιχειρεῖν, χωρὶς δὲ τούτων τοὺς μὲν στρατιώτας τοῖς μετὰ τὴν τελευτὴν ἐπαίνοις ἑτοιμοτέρους κατασκευάζει πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, τοὺς δὲ πονηροὺς τῶν ἀνθρώπων ταῖς αἰωνίοις βλασφημίαις ἀποτρέπει τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
因为它向年轻者提供年长者的智慧,向年长者倍增现有的经验,使普通人变得配得上领导地位,并通过名声所带来的不朽来激励领导者着手最美好的事业;除此以外,它通过死后的赞美使士兵们面对为祖国而承受的危险更为主动,而通过永恒的恶名来阻止恶人走向邪恶的冲动。

词汇与语法注释

  1. 1.1.1τοῖς τὰς κοινὰς ἱστορίας πραγματευσαμένοις — 与格分词短语,起名词性作用。作为后文不定式 ἀπονέμειν 的间接宾语,指代应当接受感激的历史学家们。
  2. 1.1.1πάντας ἀνθρώπους — 不定式 ἀπονέμειν 的 宾格主语,与该不定式一同构成由非人称形容词 δίκαιον [ἐστί] 所引导的“宾格加不定式”结构。
  3. 1.1.2ἴδεν ἄστεα καὶ νόον ἔγνω — 直接引用自荷马《奥德赛》第一卷第3行。动词 ἴδεν 为无增音的史诗不定过去时,名词 ἄστεα 为史诗中的宾格复数形式(相当于雅典方言的 ἄστη)。
  4. 1.1.3ἐκείνη τε γὰρ ... οἵ τε ... — 通过 相关连词 τε... τε... 构成的前后对比。前者 ἐκείνη 为指示代名词(指代阴性单数名词 προνοίας “摄理”),后者为关系代名词 οἵ(主格复数,省略先行词,指代历史学家们)。
  5. 1.1.4ἧς τοσοῦτον ὑπερέχειν — 关系代名词 ἧς(属格阴性单数)的先行词是紧邻的前词 ἐμπειρίαν(经验)。该属格为比较属格,由具有比较意义的动词 ὑπερέχειν(胜过)所支配,意为“历史的学习优于长者的经验”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.1.1-1.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.1.1-1.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。