§1.1.1τοῖς τὰς κοινὰς ἱστορίας πραγματευσαμένοις μεγάλας χάριτας ἀπονέμειν δίκαιον πάντας ἀνθρώπους, ὅτι τοῖς ἰδίοις πόνοις ὠφελῆσαι τὸν κοινὸν βίον ἐφιλοτιμήθησαν·
普遍史を著した人々に対して、すべての人間は大いなる感謝を捧げるのが正しい。 なぜなら、彼らは自らの個々の労苦によって、共通の生活に益することを志したからである。
ἀκίνδυνον γὰρ διδασκαλίαν τοῦ συμφέροντος εἰσηγησάμενοι καλλίστην ἐμπειρίαν διὰ τῆς πραγματείας ταύτης περιποιοῦσι τοῖς ἀναγινώσκουσιν.
実際、彼らは有益なことに関する危険のない教えを導入することによって、この叙述を通じて読者たちに最も優れた経験をもたらしている。
§1.1.2ἡ μὲν γὰρ ἐκ τῆς πείρας ἑκάστου μάθησις μετὰ πολλῶν πόνων καὶ κινδύνων ποιεῖ τῶν χρησίμων ἕκαστα διαγινώσκειν, καὶ διὰ τοῦτο τῶν ἡρώων ὁ πολυπειρότατος μετὰ μεγάλων ἀτυχημάτων πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω·
というのも、各人の経験から得られる学習は、多くの労苦と危険を伴って有益なことの各々を識別させるものであり、このために、英雄たちの中で最も多くの経験を積んだ者も、大いなる不運を伴いながら「多くの人々の都市を見て、その心を知った」のである。
ἡ δὲ διὰ τῆς ἱστορίας περιγινομένη σύνεσις τῶν ἀλλοτρίων ἀποτευγμάτων τε καὶ κατορθωμάτων ἀπείρατον κακῶν ἔχει τήν διδασκαλίαν.
これに対して、歴史を通じて得られる、他人の失敗や成功に対する理解は、災いを経験することのない教えをもたらす。
§1.1.3ἔπειτα πάντας ἀνθρώπους, μετέχοντας μὲν τῆς πρὸς ἀλλήλους συγγενείας, τόποις δὲ καὶ χρόνοις διεστηκότας, ἐφιλοτιμήθησαν ὑπὸ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἀγαγεῖν, ὥσπερ τινὲς ὑπουργοὶ τῆς θείας προνοίας γενηθέντες.
さらに、互いの親族関係を共有していながらも、場所と時間において隔てられているすべての人間を、単一のかつ同一の体系の下へと導くことを、彼らは志したのであり、それはあたかも神の摂理の何らかの奉仕者となったかのようである。
ἐκείνη τε γὰρ τὴν τῶν ὁρωμένων ἄστρων διακόσμησιν καὶ τὰς ἀνθρώπων φύσεις εἰς κοινὴν ἀναλογίαν συνθεῖσα κυκλεῖ συνεχῶς ἅπαντα τὸν αἰῶνα, τὸ ἐπιβάλλον ἑκάστοις ἐκ τῆς πεπρωμένης μερίζουσα, οἵ τε τὰς κοινὰς τῆς οἰκουμένης πράξεις καθάπερ μιᾶς πόλεως ἀναγράψαντες ἕνα λόγον καὶ κοινὸν χρηματιστήριον τῶν συντετελεσμένων ἀπέδειξαν τὰς ἑαυτῶν πραγματείας.
というのも、あの摂理は、目に見える星々の秩序と人間の本性とを共通の比例関係へとまとめ上げて、定められた運命から各々に割り当てられる分を分け与えつつ、全永遠にわたって絶えずすべてを運行させており、他方、居住世界の共通の諸事績をあたかも一つの都市の事績であるかのように記録した歴史家たちは、自らの著作を、成し遂げられた事柄の単一の記述であり、かつ共通の集積所として提示したからである。
§1.1.4καλὸν γὰρ τὸ δύνασθαι τοῖς τῶν ἄλλων ἀγνοήμασι πρὸς διόρθωσιν χρῆσθαι παραδείγμασι, καὶ πρὸς τὰ συγκυροῦντα ποικίλως κατὰ τὸν βίον ἔχειν μὴ ζήτησιν τῶν πραττομένων, ἀλλὰ μίμησιν τῶν ἐπιτετευγμένων.
実際、他人の過ちを正すための先例として利用できること、そして人生において様々に生じる事態に対して、なすべきことを模索するのではなく、すでに成功を収めたことの模倣を携えて臨むことができるのは、素晴らしいことである。
καὶ γὰρ τοὺς πρεσβυτάτους ταῖς ἡλικίαις ἅπαντες τῶν νεωτέρων προκρίνουσιν ἐν ταῖς συμβουλίαις διὰ τὴν ἐκ τοῦ χρόνου περιγεγενημένην αὐτοῖς ἐμπειρίαν·
そして、誰もが相談事において、年齢の最も高い人々を若い人々よりも優先するが、それは時の経過から彼らに備わった経験のためである。
ἧς τοσοῦτον ὑπερέχειν συμβέβηκε τὴν ἐκ τῆς ἱστορίας μάθησιν ὅσον καὶ τῷ πλήθει τῶν πραγμάτων προτεροῦσαν αὐτὴν ἐπεγνώκαμεν.
この経験よりも、歴史から得られる学習がはるかに優れているのは、事柄の多さにおいて歴史が先行していると私たちが認識しているからにほかならない。
διὸ καὶ πρὸς ἁπάσας τὰς τοῦ βίου περιστάσεις χρησιμωτάτην ἄν τις εἶναι νομίσειε τὴν ταύτης ἀνάληψιν.
それゆえ、人生のあらゆる状況に対して、歴史を修得することは最も有用であると誰もが考えるであろう。
§1.1.5τοῖς μὲν γὰρ νεωτέροις τὴν τῶν γεγηρακότων περιποιεῖ σύνεσιν, τοῖς δὲ πρεσβυτέροις πολλαπλασιάζει τὴν ὑπάρχουσαν ἐμπειρίαν, καὶ τοὺς μὲν ἰδιώτας ἀξίους ἡγεμονίας κατασκευάζει, τοὺς δʼ ἡγεμόνας τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέπεται τοῖς καλλίστοις τῶν ἔργων ἐπιχειρεῖν, χωρὶς δὲ τούτων τοὺς μὲν στρατιώτας τοῖς μετὰ τὴν τελευτὴν ἐπαίνοις ἑτοιμοτέρους κατασκευάζει πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, τοὺς δὲ πονηροὺς τῶν ἀνθρώπων ταῖς αἰωνίοις βλασφημίαις ἀποτρέπει τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
というのも、歴史は若者たちには老人たちの知恵をもたらし、老人たちには彼らにすでに備わっている経験を何倍にも増やし、一般の市民たちを指導するにふさわしい者に仕立て上げ、指導者たちに対しては、名声を通じた不朽化によって最も美しい偉業に着手するよう促し、これらとは別に、兵士たちに対しては、死後の称賛によって祖国のための危険に対してより自発的にさせ、他方、邪悪な人間たちに対しては、永遠の悪評によって悪徳へと向かう衝動から思いとどまらせるからである。