Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.98.1-17.98.6

进攻马洛伊人城寨与亚历山大孤身受困

第 703 段,共 723 段 · 希腊语

内容简介

亚历山大发起针对叙德拉卡人和马洛伊人的军事行动,无视不祥的预言而亲自率军围攻城市。他身先士卒爬上卫城城墙,但紧随其后的马其顿士兵的梯子折断,纷纷坠地。

§17.98.1μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Συδράκας καὶ τοὺς ὀνομαζομένους Μαλλούς, ἔθνη πολυάνθρωπα καὶ μάχιμα, κατέλαβε τοὺς ἐγχωρίους ἠθροικότας πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ μυρίους, ἅρματα δʼ ἑπτακόσια.
在这些事情之后,他率军攻打被称为叙德拉卡和马洛伊两个人口众多且骁勇善战的部族,发现当地人聚集了八万多步兵、一万骑兵以及七百辆战车。
οὗτοι πρὸ μὲν τῆς Ἀλεξάνδρου παρουσίας ἐπολέμουν ἀλλήλοις, ὡς δʼ ὁ βασιλεὺς ἤγγισε τῇ χώρᾳ, συνεφρόνησαν καὶ μυρίας παρθένους δόντες καὶ λαβόντες διὰ τῆς ἐπιγαμίας ταύτης διηλλάγησαν.
在亚历山大到来之前,他们彼此交战,但当国王逼近该地区时,他们达成了共识,并通过互相赠送和接纳一万名年轻女子,通过这种通婚实现了和解。
§17.98.2οὐ μὴν συγκατέβησαν εἰς παράταξιν, ἀλλὰ πάλιν στασιάσαντες ὑπὲρ τῆς ἡγεμονίας εἰς τὰς σύνεγγυς πόλεις ἀπεχώρησαν.
然而,他们并没有一同列阵交战,而是再次为了指挥权发生内讧,撤退到了附近的城市。
ὁ δʼ Ἀλέξανδρος τῇ πρώτῃ πόλει πλησιάσας ἐξ ἐφόδου διενοεῖτο πολιορκεῖν ταύτην.
亚历山大接近了第一座城市,打算通过强攻包围并占领它。
§17.98.3ἔνθα δὴ τῶν τερατοσκόπων τις Δημοφῶν ὄνομα προσελθὼν αὐτῷ διά τινων οἰωνῶν ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον ἐν τῇ πολιορκίᾳ.
就在那时,一个名叫德莫丰的占兆师走近他,说通过某些鸟占,预兆显示国王在包围战中将因受伤而面临巨大的危险。
διόπερ ἠξίου τὸν Ἀλέξανδρον ἀφεῖναι μὲν ταύτην τὴν πόλιν ἐπὶ τοῦ παρόντος, ἐφʼ ἑτέρας δὲ πράξεις ἐπιβάλλειν τὸν νοῦν.
因此,他请求亚历山大暂时放过这座城市,将注意力转向其他行动。
§17.98.4ὁ δὲ βασιλεὺς τούτῳ μὲν ἐπέπληξεν ὡς ἐμποδίζοντι τὴν ἀρετὴν τῶν ἀγωνιζομένων, αὐτὸς δὲ διατάξας τὰ περὶ τὴν πολιορκίαν πρῶτος ἡγεῖτο πρὸς τὴν πόλιν, φιλοτιμούμενος αὐτὴν διὰ τῆς βίας χειρώσασθαι.
但国王训斥了他,指责他阻碍了战斗人员的勇气,他自己则布置好了包围的事务,率先向城市挺进,渴望通过武力将其制服。
τῶν δὲ μηχανικῶν ὀργάνων ὑστερούντων πρῶτος διακόψας πυλίδα καὶ παρεισπεσὼν εἰς τὴν πόλιν πολλοὺς μὲν κατέβαλε, τοὺς δὲ λοιποὺς τρεψάμενος συνεδίωξεν εἰς τὴν ἀκρόπολιν.
由于攻城器械迟延未到,他率先砍断了便门,突入城内,击倒了许多人,并将其余的人击退,一路追击到卫城。
§17.98.5τῶν δὲ Μακεδόνων περὶ τὴν τειχομαχίαν ἔτι διατριβόντων ἁρπάσας κλίμακα καὶ τοῖς τῆς ἄκρας τείχεσι προσερείσας καὶ τὴν πέλτην ὑπὲρ τῆς κεφαλῆς ἔχων προσανέβαινε.
当马其顿士兵还在为城墙战斗耽搁时,他夺过一具梯子,将其靠在卫城的城墙上,将盾牌举在头顶,向上爬去。
τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους τῶν βαρβάρων ταχέως ἐπέβη τῷ τείχει.
由于他行动的敏捷出乎那些在最前线防守的蛮族的意料,他迅速登上了城墙。
§17.98.6τῶν δʼ Ἰνδῶν εἰς χεῖρας μὲν ἐλθεῖν οὐ τολμώνων, ἐκ διαστήματος δὲ ἀκοντιζόντων καὶ τοξευόντων ὁ μὲν βασιλεὺς ὑπὸ τοῦ πλήθους τῶν βελῶν κατεπονεῖτο, οἱ δὲ Μακεδόνες δύο κλίμακας προσθέντες διὰ τούτων προσανέβαινον ἀθρόοι καὶ συντριβεισῶν ἀμφοτέρων ἐπὶ τὴν γῆν κατηνέχθησαν.
由于印度人不敢进行白兵战,而是从远处投掷标枪并射箭,国王被密集的飞矢压制得精疲力竭。 与此同时,马其顿人架起了两具梯子,成群结队地顺着它们往上爬,但两具梯子都被折断了,他们纷纷摔到了地面上。

词汇与语法注释

  1. §17.98.1τοὺς ἐγχωρίους ἠθροικότας — 完成时主动分词 ἠθροικότας 作为表示发现的动词 κατέλαβε 的补充(叙述)分词,表示“发现当地人已经聚集”。
  2. §17.98.3ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον — 由 ἔφη 引导的间接引语。现在被动不定式 προδηλοῦσθαι(被预示)的宾格主语是 μέγαν κίνδυνον(巨大的危险),未来分词 ἐσόμενον(将要发生的)修饰该宾格主语。
  3. §17.98.5τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους — 属格绝对结构。动词 φθάνω(先于、出其不意)的现在分词 φθανούσης 支配宾格的 τοὺς προμαχομένους(在最前线防守的人),意为“由于他行动的敏捷出乎了防守蛮族的意料”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.98.1-17.98.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.98.1-17.98.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。