Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.98.1-17.98.6

マッロイ人の城壁登攀とアレクサンドロスの孤立

703 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはシュドラカイ人とマッロイ人に対する遠征を開始し、不吉な予言を無視して包囲戦に臨む。彼は自ら真っ先に砦の城壁に登るが、後を追うマケドニア兵たちの梯子が折れて落下する。

§17.98.1μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Συδράκας καὶ τοὺς ὀνομαζομένους Μαλλούς, ἔθνη πολυάνθρωπα καὶ μάχιμα, κατέλαβε τοὺς ἐγχωρίους ἠθροικότας πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ μυρίους, ἅρματα δʼ ἑπτακόσια.
これらのことの後、彼は人口が多く戦闘的な部族である、シュドラカイおよびマッロイと呼ばれる人々に対して遠征し、現地の人々が歩兵八万人以上、騎兵一万人、戦車七百台を集めているのを見出した。
οὗτοι πρὸ μὲν τῆς Ἀλεξάνδρου παρουσίας ἐπολέμουν ἀλλήλοις, ὡς δʼ ὁ βασιλεὺς ἤγγισε τῇ χώρᾳ, συνεφρόνησαν καὶ μυρίας παρθένους δόντες καὶ λαβόντες διὰ τῆς ἐπιγαμίας ταύτης διηλλάγησαν.
彼らはアレクサンドロスの到来の前には互いに戦っていたが、王がその領土に近づくと共同歩調を取り、一万人の若い女性を互いに与え、また受け取る通婚を通じて、和解に達した。
§17.98.2οὐ μὴν συγκατέβησαν εἰς παράταξιν, ἀλλὰ πάλιν στασιάσαντες ὑπὲρ τῆς ἡγεμονίας εἰς τὰς σύνεγγυς πόλεις ἀπεχώρησαν.
しかし、彼らは整列して戦おうとはせず、再び指揮権をめぐって内紛を起こし、近くの諸都市へと撤退した。
ὁ δʼ Ἀλέξανδρος τῇ πρώτῃ πόλει πλησιάσας ἐξ ἐφόδου διενοεῖτο πολιορκεῖν ταύτην.
一方、アレクサンドロスは最初の都市に接近し、急襲によってこれを包囲攻撃しようと考えた。
§17.98.3ἔνθα δὴ τῶν τερατοσκόπων τις Δημοφῶν ὄνομα προσελθὼν αὐτῷ διά τινων οἰωνῶν ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον ἐν τῇ πολιορκίᾳ.
まさにそのとき、鳥占い師の一人でデモポンという名の者が大王のもとに近づき、ある鳥の兆候から、包囲戦において負傷による大きな危険が大王に迫っていることがあらかじめ示されている、と述べた。
διόπερ ἠξίου τὸν Ἀλέξανδρον ἀφεῖναι μὲν ταύτην τὴν πόλιν ἐπὶ τοῦ παρόντος, ἐφʼ ἑτέρας δὲ πράξεις ἐπιβάλλειν τὸν νοῦν.
それゆえ彼はアレクサンドロスに対して、当面はこの都市をそのままにしておき、他の作戦に関心を向けるよう求めた。
§17.98.4ὁ δὲ βασιλεὺς τούτῳ μὲν ἐπέπληξεν ὡς ἐμποδίζοντι τὴν ἀρετὴν τῶν ἀγωνιζομένων, αὐτὸς δὲ διατάξας τὰ περὶ τὴν πολιορκίαν πρῶτος ἡγεῖτο πρὸς τὴν πόλιν, φιλοτιμούμενος αὐτὴν διὰ τῆς βίας χειρώσασθαι.
しかし王は、この男が戦う者たちの勇気を挫く者であるとして叱責し、自身は包囲戦に関する配置を整えると、自ら先頭に立って都市へと進んだ。 武力によってこれを制圧することを熱望したからである。
τῶν δὲ μηχανικῶν ὀργάνων ὑστερούντων πρῶτος διακόψας πυλίδα καὶ παρεισπεσὼν εἰς τὴν πόλιν πολλοὺς μὲν κατέβαλε, τοὺς δὲ λοιποὺς τρεψάμενος συνεδίωξεν εἰς τὴν ἀκρόπολιν.
攻城兵器の到着が遅れていたため、王は自ら真っ先に小門を切り破って都市に突入し、多くの者を討ち倒し、残りの者たちを敗走させてアクロポリスへと追い詰めた。
§17.98.5τῶν δὲ Μακεδόνων περὶ τὴν τειχομαχίαν ἔτι διατριβόντων ἁρπάσας κλίμακα καὶ τοῖς τῆς ἄκρας τείχεσι προσερείσας καὶ τὴν πέλτην ὑπὲρ τῆς κεφαλῆς ἔχων προσανέβαινε.
マケドニア兵たちがまだ城壁での戦いで手間取っている間に、王は梯子をひったくり、それを砦の壁に立てかけると、頭上に盾を掲げて登っていった。
τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους τῶν βαρβάρων ταχέως ἐπέβη τῷ τείχει.
その行動の素早さが、先頭で防戦していた異民族たちを出し抜いたため、彼は素早く城壁の上に登った。
§17.98.6τῶν δʼ Ἰνδῶν εἰς χεῖρας μὲν ἐλθεῖν οὐ τολμώνων, ἐκ διαστήματος δὲ ἀκοντιζόντων καὶ τοξευόντων ὁ μὲν βασιλεὺς ὑπὸ τοῦ πλήθους τῶν βελῶν κατεπονεῖτο, οἱ δὲ Μακεδόνες δύο κλίμακας προσθέντες διὰ τούτων προσανέβαινον ἀθρόοι καὶ συντριβεισῶν ἀμφοτέρων ἐπὶ τὴν γῆν κατηνέχθησαν.
インド兵たちは白兵戦を挑む勇気はなく、距離を置いて槍や矢を放ったため、王は無数の飛び道具に苦しめられた。 一方、マケドニア兵たちは二基の梯子を立てかけ、これを使って大挙して登っていったが、両方の梯子がへし折れたため、地面へと落下した。

語釈・文法注

  1. §17.98.1τοὺς ἐγχωρίους ἠθροικότας — 完了能動分詞 ἠθροικότας は、知覚・発見を示す他動詞 κατέλαβε(見出した)の補語(叙述分詞)として機能しており、「現地の人々が(すでに軍勢を)集めていたのを見出した」という事実を表す。
  2. §17.98.3ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον — ἔφη が導く間接話法。現在受動不定詞 προδηλοῦσθαι(示されている)の対格主語として μέγαν κίνδυνον(大きな危険)が置かれ、未来分詞 ἐσόμενον(生じるであろう)が形容詞的にこれを修飾している。
  3. §17.98.5τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους — 属格絶対の構造。動詞 φθάνω(〜より先んじる、出し抜く)の現在分詞 φθανούσης が、対格の τοὺς προμαχομένους(先頭で戦う者たち)を直接目的語に取っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.98.1-17.98.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.98.1-17.98.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。