Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.97.1-17.97.3

河流汇合处的急流与亚历山大的生还

第 702 段,共 723 段 · 希腊语

内容简介

亚历山大在与印度河的汇流处遭遇急流,旗舰翻沉使他面临生命危险,但他奇迹般生还,并向神明献祭,将自己的抗争比作阿喀琉斯。

§17.97.1αὐτὸς δὲ πάλιν μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς διὰ τοῦ ποταμοῦ τὸν πλοῦν ἐποιεῖτο μέχρι τῆς συμβολῆς τῶν προειρημένων ποταμῶν καὶ τοῦ Ἰνδοῦ.
亚历山大自己再次同友人们一起登船,沿着河流航行,直到上述诸河与印度河的汇流处。
μεγάλων δὲ ῥείθρων εἰς ἕνα τόπον συρραττόντων ἴλιγγες πολλαὶ καὶ φοβεραὶ συνίσταντο καὶ τὰ σκάφη συστρέφουσαι διέφθειρον.
然而,由于巨大的水流激荡在一处,形成了许多可怕的漩涡,将船只卷入并摧毁。
τῆς δὲ τοῦ ῥεύματος βίας ὀξείας καὶ σφοδρᾶς οὔσης καὶ τῆς τῶν κυβερνητῶν τέχνης κατισχυομένης δύο μὲν μακραὶ ναῦς κατέδυσαν, τῶν δὲ ἄλλων πλοίων οὐκ ὀλίγα πρὸς τὴν γῆν ἐξέπεσε.
由于水流的力量迅猛而剧烈,压倒了舵手们的技艺,两艘军船沉没,其余船只中也有不少被冲上了岸。
§17.97.2τῆς δὲ ναυαρχίδος καταρράκτῃ μεγάλῳ περιπεσούσης ὁ βασιλεὺς εἰς τὸν ἔσχατον ἦλθε κίνδυνον.
由于旗舰陷入了巨大的急流之中,国王陷入了极度的危险。
διὸ καὶ τοῦ θανάτου πρὸ ὀφθαλμῶν ὄντος ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος τὴν ἐσθῆτα γυμνῷ τῷ σώματι τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας, οἱ δὲ φίλοι παρενήχοντο, σπεύδοντες ὑποδέξασθαι περιτρεπομένης τῆς νεὼς τὸν βασιλέα.
因此,在死亡近在眼前之际,亚历山大脱去衣服,赤裸着身体,抓住了所有可能的救生手段,而他的友人们则在近旁游着,在船只翻转时急忙去接应国王。
§17.97.3πολλῆς δὲ ταραχῆς περὶ τὴν ναῦν οὔσης καὶ τῶν μὲν ἀνδρῶν ἀντιταττομένων τῇ τοῦ ῥεύματος βίᾳ, τοῦ δὲ ποταμοῦ κατισχύοντος πᾶσαν ἀνθρωπίνην ἐπίνοιάν τε καὶ δύναμιν μόγις ὁ Ἀλέξανδρος μετὰ τῶν νεῶν εἰς τὴν γῆν ἐξέπεσεν.
船只周围一片混乱,船员们奋力抵抗水流的威力,但河流压倒了人类的一切智慧和力量,亚历山大终于艰难地与船只一同被冲上了陆地。
σωθεὶς δὲ παραδόξως τοῖς θεοῖς ἔθυσεν ὡς μεγίστους ἐκπεφευγὼς κινδύνους καὶ πρὸς ποταμὸν ὁμοίως Ἀχιλλεῖ διαγωνισάμενος.
在奇迹般获救后,他向神明献祭,因为他逃脱了极大的危险,并且像阿喀琉斯一样与河流进行了搏斗。

词汇与语法注释

  1. §17.97.2τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας — 动词 ἀντέχομαι 采用中介语态,支配属格,意为“紧紧抓住”、“坚持”。这里的 τῆς ἐνδεχομένης βοηθείας 指的是当时“所能获得的一切救助手段”(例如船只的残骸等)。
  2. §17.97.3πολλῆς δὲ ταραχῆς ... τοῦ δὲ ποταμοῦ κατισχύοντος — 三个独立属格分句(πολλῆς δὲ ταραχῆς ... οὔσης、των μὲν ἀνδρῶν ἀντιταττομένων 和 τοῦ δὲ ποταμοῦ κατισχύοντος)并列出现,用以说明主句发生时的背景与原因,共同描绘了使得国王脱险变得极其艰难的混乱局势。
  3. §17.97.3ὡς ... ἐκπεφευγὼς ... καὶ ... διαγωνισάμενος — 连词 ὡς 结合完美时分词 ἐκπεφευγώς 和不定过去时分词 διαγωνισάμενος,提出了行为者(即主语亚历山大)的主观理由,意为“因为(他认为自己)已经……”。这里典引了《伊利亚特》第21卷中阿喀琉斯(与格 Ἀχιλλεῖ 受 head 词 ὁμοίως 支配)与斯卡曼德罗斯河搏斗的神话情节。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.97.1-17.97.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.97.1-17.97.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。